Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.485
Not analysed yet
μορφούμενον. Ἵνα δὲ μὴ δοκοίην περιττοῖς τισι καὶ περιέργοις ἀποκεχρῆσθαι λόγοις, καὶ πειρᾶσθαι μὲν πανταχόθεν σοφίζεσθαι τὴν ἀλήθειαν, ῥαψῳδεῖν δὲ ἄλλως καὶ νοημάτων εἰκαίων ἐξιτήλους ἀναπλάττειν εἰκόνας, φέρε δὴ, πάλιν ἡμεῖς καὶ ἀπ' αὐτῆς παραστήσωμεν τῆς θείας Γραφῆς, ὡς ἀληθῆ μὲν λέγων εἴην ἐγώ. εʹ. Ἑτέρου δὲ χάριν οὐδενὸς πεποίηται Θεὸς τὴν πρὸς Ἀβραὰμ ὑπόσχεσιν, τὴν ἐπὶ τὸν Ἰσαὰκ γενομένην φημὶ, ἢ μόνης ἕνεκα τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἐφ' οὗ καὶ τὸ τῆς εὐλογίας συμπέρασμα τρέχει. Αὐτὸ δὲ ὑμῖν τὸ θεῖον λόγιον παραθήσω, διαγορεῦον ὧδε· «Εὐλογήσω δὲ αὐτὴν,» περὶ τῆς Σάῤῥας φησὶν ὁ Θεὸς, «καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται.» Καὶ πάλιν· «Στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν.» Ἀλλ' ἔστι παντί που δῆλον, ὡς ἑνὸς μὲν γέγονε υἱοῦ [leg. ἔθνους] πατὴρ Ἰσαὰκ, καὶ μόνον ἐξ αὐτοῦ βεβλάστηκεν ὁ μακάριος Ἰακώβ· ᾧ δὴ παῖδες μὲν γεγόνασι τὸν ἀριθμὸν δέκα ἐπὶ δυσίν· ἓν δὲ καὶ μόνον ἐξ αὐτῶν ἀνεδόθη γένος, τὸ τῶν Ἰουδαίων δηλαδή. Πῶς οὖν πληρωθήσεται τὸ, «Ἔσται εἰς ἔθνη;» Εἰ γὰρ καὶ εἰς δώδεκα φυλὰς κατατέμνεται τὸ γένος τὸ ἐξ Ἰσραὴλ, ἀλλ' ἕν ἐστιν ἔθνος, ἐκ πολλῶν μὲν ὥσπερ μελῶν συγκείμενον, εἰς ἓν δὲ διὰ πάντων ἀναπληρούμενον σῶμα. Ὅτι δὲ πάλιν οὐκ εἰς διαθήκην αἰώνιον ἔσται παρὰ Θεοῦ τοῖς ἐκ σπέρματος Ἰσαὰκ, ἡ διὰ Μωσέως ὁρισθεῖσα διαθήκη, γνωσόμεθα, τοῦ προφήτου λέγοντος Ἰωήλ· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος· καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ, καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν.» Ὅπερ ἄριστα συνεὶς ὁ Παῦλός φησι· «Ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.» —»Διὸ δὴ καὶ γέγονεν ἀθέτησις μὲν προαγούσης ἑντολῆς,» κατὰ τὴν αὐτοῦ πάλιν φωνὴν, «ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι' ἧς ἐγγίζομεν τῷ Θεῷ.» Πανταχόθεν τοιγαροῦν ἀποδεδειγμένου σαφῶς, ὅτι περ ὁ ἐξ Ἀβραὰμ, ἑνὸς ἔθνους γέγονε πατήρ· ἑτέρου δὲ πάλιν ἐπαναγκάζοντος λόγου δεικνύειν τὸ ἐπ' αὐτῷ γεγραμμένον ἀληθὲς (ἀδύνατον γὰρ ψεύσασθαι Θεὸν), ἀνάγκη λοιπὸν ἐπ' αὐτὸν ἤδη φέρειν Χριστὸν τῆς ἐπαγγελίας τὴν ἔκβασιν. Αὐτὸς γὰρ ἦν, καθάπερ ἤδη προεῖπον, ἐν ἐκείνῳ ζωγραφούμενος. Αὐτὸς γέγονε πατὴρ πολλῶν ἐθνῶν, πάντας μὲν διὰ τῆς πίστεως ἕλκων ὡς ἑαυτὸν, ἐπὶ δὲ τῇ τῶν ἐθνῶν πληθύϊ καὶ μάλα γαννύμενος, καὶ λέγων· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία μου, ἃ ἔδωκεν ὁ Θεός.» Καὶ ταῦτα μὲν περὶ τούτων ἡμεῖς. Εἰσίτω δὲ καὶ αὐτὸς τῆς ἀληθείας ὁ μάρτυς, ἐπαγωνιζέσθω τοῖς