# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.488

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.488

εἰρημένοις ὁ σοφώτατος Παῦλος, βοάτω σὺν ἐμοί· «Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως, καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ. Οὐκοῦν βαδιεῖται τῆς ἐπαγγελίας ἡ δύναμις, οὐ πάντως εἰς τοὺς κατὰ σάρκα γεγονότας υἱοὺς, ἀλλ' ἐπ' ἐκείνους δηλαδὴ, ὅσοιπερ ἂν διὰ τῆς εἰς Χριστὸν πίστεως ἐπιγράψωνται πατέρα τὸν Ἀβραάμ. Τοῦτο γὰρ δή μοι καὶ διαῤῥήδην φαίνεται λέγων ὁ μακάριος Βαπτιστὴς τοῖς ἐξ Ἰσραὴλ γεγονόσιν, ὅτε δὴ καὶ ἐπὶ μόνῃ τῇ κατὰ σάρκα κοινωνίᾳ μεγαλαυχούμενοι, ἀρχέτην τοῦ γένους προετείνοντο τὸν Ἀβραάμ· «Ποιήσατε οὖν, φησὶ, καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Δύναται γὰρ ἐκ τῶν λίθων τούτων ὁ Θεὸς ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.» Καὶ λίθους ἐνθάδε φησὶ τοὺς ἀπεσκληκότα μὲν ἔτι φρονοῦντας τὸν νοῦν, ἀναισθήτῳ δὲ ὥσπερ καρδίᾳ βεβαρυμένους. Εἰ δέ τις ἀκριβῶς περιαθρήσαι τοὺς ἐξ ἐθνῶν, τοιούτους ὄντας καὶ οὐχ ἑτέρους εὑρήσει, οἳ καὶ ἠγέρθησαν διὰ τῆς πίστεως, καὶ εἰς τέκνα γεγόνασι τῷ Ἀβραάμ· καὶ συγκληρονόμοι τοῦ Ἰσαὰκ ἀνεδείχθησαν, καὶ μέτοχοι τῆς ἐπ' αὐτῷ γεγόνασιν εὐλογίας. Καὶ τούτου μάρτυς ὁ Παῦλος παρέσται βοῶν· «Προειδοῦσα δὲ ἡ Γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς προευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.» Ὅτι μὲν τοίνυν εἰς αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὁ ἐξ Ἀβραὰμ γεγονὼς Ἰσαὰκ σχηματίζεται, πανταχόθεν ἄν τις ἀποδείξαι, καὶ μάλα ῥᾳδίως. Ἀναπείθειν δὲ οἶμαι, καὶ τὸν σφόδρα δυσμαθέστατον, ἐξ ὧν ὁ μακάριος Παῦλος Γαλάταις ἐπιστέλλων βοᾷ· «Ἀδελφοὶ, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται. Τῷ δὲ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν. Οὐ λέγει· Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνός· Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός.» Ὅτι δὲ πάλιν ἐν τοῖς πιστεύουσιν εἰς Χριστὸν ἡ πρὸς Ἀβραὰμ ὑπόσχεσις συμπεπέραται, καὶ οὐκ ἐξ ἀνάγκης ἐπὶ τὸ κατὰ σάρκα γένος τὴν ἐπαγγελίαν μετοίσομεν τὴν χάριν ἐκβιαζόμενοι, αὐτὸς ἡμᾶς πληροφορήσει λέγων ὁ Παῦλος· «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄῤῥεν καὶ θῆλυ. Πάντες γὰρ ὑμεῖς εἷς ἐστε Ἱησοῦ Χριστοῦ. Ἄρα τοῦ Ἀβραάμ ἐστε, καὶ κατ' ἐπαγγελίαν κληρονόμοι.» Ἐξαρκέσειν μὲν οὖν τῶν εἰρημένων τὸ πλῆθος ὑπολαμβάνω πρὸς ἀπόδειξιν τοῦ προτεθέντος τῷ λόγῳ σκοποῦ. Εἰ δέ σοι δοκῶ μικρὰ μὲν εἰπεῖν, ὦ Ἰουδαῖε, καὶ λόγου μὲν οὐδενὸς ἀξιώ-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
