# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.497

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.497

τὴν ἡμῶν σωτηρίαν, αἰσχύνης, καθὼς γέγραπται, καταφρονήσας, καὶ ὑπήκοος γενόμενος τῷ Πατρὶ, ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου,» ἵνα καὶ ἀποθανὼν δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, ἑαυτῷ πάλιν ἠμᾶς ἐκ νεκρῶν ἀναστήσῃ, ζωοποιήσας διὰ τοῦ ἁγίου Πνεύματος· καὶ ἀνοίξῃ μὲν ἡμῖν τῶν οὐρανῶν τὰς πύλας, ἀνάγῃ δὲ εἰς αὐτοὺς, καὶ ὀφθαλμοῖς παραστήσῃ τοῦ Πατρὸς τὴν πάλαι διὰ τὴν ἁμαρτίαν δραπετεύσασαν τοῦ ἀνθρώπου φύσιν. Ἐπὶ τοῖς τοσούτοις, ἀγαπητοὶ, τοῦ Σωτῆρος ἡμῶν κατορθώμασιν, ἀνοιγνύσθω μὲν πᾶν στόμα εἰς εὐφημίαν, ἔστω δὲ γλώσσης ἁπάσης ἔργον ἡ εἰς αὐτὸν ὑμνῳδία, βοάτω δὲ ὥσπερ τι λιγυρὸν ἀνιεῖσα μέλος· «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.» Ἀναβέβηκε γὰρ τὴν καθ' ἡμᾶς πληρώσας οἰκονομίαν· καὶ ἀναβέβηκεν οὐχ ἁπλῶς, «ἀλλ' αἰχμαλωτεύσας αἰχμαλωσίαν, καὶ δόματα δοὺς ἐν ἀνθρώποις.» Πάντας γὰρ ἡμᾶς ἐκ τῶν τοῦ διαβόλου χειρῶν ἐξαρπάσας αἰχμαλώτους μένοντας ἐλυτρώσατο, πεπλήρωκε δὲ δογμάτων ἀγαθῶν. Ποικίλα γὰρ τὰ διὰ τοῦ Πνεύματος εἰς ἡμᾶς διαβεβηκότα χαρίσματα. ηʹ. Πάσης τοιγαροῦν εὐλογίας πεπληρωμένοι παρὰ Χριστοῦ ἑορτάζωμεν, ἀγαπητοὶ, μὴ τοῖς ἐπωφελέσι πόνοις ἐπιστυγνάζοντες· μηδὲ ὥσπερ τι φορτίον ἡγούμενοι τὸν ἐπὶ ταῖς ἀσιτίαις ἱδρῶτα, ἀλλ' ἱλαρῷ μὲν φρονήματι πρὸς τοὺς ἀγῶνας ἰόντες· τῇ δὲ ἐλπίδι χαίροντες, καθὰ Παῦλός φησι, καὶ τοῖς προσδοκωμένοις ἀγαθοῖς ἐντεῦθεν ἐπαγαλλόμενοι. Πρὸ δέ γε πάντων, τῆς εἰς ἀλλήλους ἀγάπης ἐχώμεθα· ἐλαυνέσθω τὸ πικρὸν τῆς καταλαλιᾶς δαιμόνιον· ἐξοικιζέσθω φθόνος τῶν ἡμετέρων ψυχῶν· φευγέτω πονηρία καὶ δόλος· ἀποδημείτω ψευδολογία, καὶ τὸ προὖχον ἐν κακοῖς ἐπιορκία. Ἀλλὰ μηδόλως ὀμνύωμεν· ἔστω δὲ ἡμῶν τὸ ναὶ, ναὶ, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, καὶ τὸ οὒ, οὔ. Ἐπισκεπτώμεθα τοὺς τῷ παγχαλέπῳ θηρίῳ παλαίοντας, τοὺς ἐν πενίᾳ φημί· ὀρφανὸν καὶ χήραν ἀνακτησώμεθα· λελωβημένους ταῖς πρεπούσαις ἀναπαύσωμεν θεραπείαις· φιλόστοργοι, συμπαθεῖς περὶ τοὺς ἐν δεσμοῖς εὑρισκώμεθα. Τότε γὰρ, τότε τὴν ὄντως ἀληθῆ καὶ καθαρωτάτην νηστείαν ἐπιτελέσομεν τῷ Χριστῷ· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἑκκαιδεκάτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ μιᾶς καὶ δεκάτης τοῦ Φαρμουθὶ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ ἕκτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρας Σαββάτου· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ἑβδόμῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἐφεξῆς τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
