Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.500
Not analysed yet
Πεντηκοστῆς. Οὕτω γὰρ κληρονομήσομεν βασιλείαν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, καὶ νῦν καὶ ἀεὶ καὶ εἰ τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ϛʹ. αʹ. Τῆς μὲν ἁγίας ἡμῶν ἀναλαμπούσης ἑορτῆς, καὶ τὸν εὐκλεᾶ τῆς καρτερίας προτιθείσης ἀγῶνα τοῖς ἐπ' ἀγαθοῖς εὐδοκιμεῖν εἰωθόσιν, ἀκόλουθον οἶμαι σύμπαντας ἐπὶ τὸ πνευματικὸν συναγείρεσθαι θέατρον, «Δεῦτε δὴ, λέγοντας, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ,» ἵνα δὴ καὶ πάναγνον ἐν αὐτῷ συστησάμενοι θίασον, καὶ διὰ τῆς κατὰ Πνεῦμα πρὸς ἀλλήλους ἑνότητος καθάπερ εἰς μίαν συναρμοσθέντες λύραν, τὸν αὐτῶν χοροστάτην ἀναμέλπωμεν, λέγοντες· «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.» Ὄκνου γὰρ καὶ μελλήσεως τῆς ἐπὶ τοῖς ἀμείνοσι δικαίαν τις ὑπομείναι γραφὴν, διὰ τὸ μὴ δύνασθαι, καθάπερ ἐν ὀφλήματος τάξει, καταθέσθαι τῷ Σωτῆρι τὰ χαριστήρια, ἀναριθμήτων μὲν ἀγαθῶν πληθύϊ τὴν ἀνθρώπου φύσιν κατακοσμήσαντι, ὅλην δὲ ἀφάτῳ δυνάμει πρὸς τὴν ἀρχαίαν ἐκείνην μεταμορφώσαντι δόξαν· καὶ τὸ μὲν ἐκ τῆς ἁμαρτίας ἀκαλλέστατον ἀφανίσαντι σχῆμα· πρὸς δὲ τὴν ἀρχέτυπον εἰκόνα, καὶ πρὸς τῆς οἰκείας φύσεως ἀναστοιχειοῦντι χαρακτῆρας, τοὺς ὅσοιπερ ἂν αὐτὸν ἐπιγινώσκοντες λέγωσι, κατὰ τὸν σοφώτατον ἐκεῖνον μαθητήν· «Ὁ Κύριός μου καὶ ὁ Θεός μου.» Πρὸς μὲν οὖν τὸν μακάριον ἐκεῖνον προφήτην Ἡσαΐαν ἐνηχεῖτο διὰ τοῦ Πνεύματος· «Ἀναβόησον ἐν ἰσχύϊ, μὴ φείσῃ· ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου.» Ἐπειδὴ δὲ καὶ ἡμῖν ὁ τῆς ἱερατείας θεσμὸς, καὶ πάτριος ἄνωθεν κλῆρος, ἕκ τε χρόνων μακρῶν ἕλκουσα συνήθεια[ν], ὅτι δὴ καὶ μάλα προθύμως τοῦτο παρ' ἡμῶν εἰσπράττεσθαι χρὴ, δίδωσιν ἐννοεῖν, φέρε, σάλπιγγος εὐηχέστερον καὶ διὰ τούτου πάλιν ἀναφθεγξώμεθα τοῦ κηρύγματος, ὅτι, κατὰ τὸ ἐν Ψαλμοῖς γεγραμμένον, «Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ.» Ἀλλ' ὅτι μὲν τοῦ ποιῆσαι τῷ Κυρίῳ πάρεστιν ὁ καιρὸς, ἀντερεῖ μὲν ἴσως οὐδείς. Τί δὲ ποιῆσαι προσήκει, δικαίως ἂν ἔροιτό τις ἡμᾶς τῶν φιλομαθεστέρων. Ἐγὼ δὲ λίαν ὑπερθαυμάσας τὸν ἐκπυθόμενον, καὶ διερωτᾷν ὅτι χρὴ περὶ τούτων οἰηθέντα, καλῶς τοῖς τῶν ἁγίων προφητῶν χρήσομαι λόγοις. Ἀκουέτω τοίνυν Ἡσαΐου φάσκοντος· «Ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι.» Ἐπειδὴ δέ πως οὐ λίαν ἐστὶν ἐκφανὲς, ὡς ἄν τις εἰκάσαι, τὸ εἰρημένον φέρε τοῖς ἀποσμήχειν εἰωθόσι τὰ ἐκ παλαιότητος χρόνου νῦν κεκρυμμένα μελετῶντες τὰ παραπλήσια, ἐπισημοτέραν τῶν λεγομένων τὴν διάνοιαν καταστήσωμεν. βʹ. Ἐμπέφυκε τοίνυν τοῖς τῆς σαρκὸς ἡμῶν μέ-