Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.509
Not analysed yet
εἴπω, καλεῖσθαι σχοινίοις πρὸς ἄμφω· ἵνα μηδὲν ἔτι τῶν ἀλόγων διαφέρῃ ζώων, ὁ πάντων ἄνωθεν τὴν ἡγεμονίαν λαχών. Καί μοι δοκοῦσιν οἱ ταῖς τοιαύταις συντιθέμενοι δόξαις παραπλήσιόν τι ποιεῖν, ὡς ἂν εἰ καί τινα ἡνίοχον στήσαντες, καὶ τῶν ἁρμάτων αὐτὸν ἐπιβιβάσαντες, ἑτέρῳ τὸ ἱππηλατεῖν ἐπιτρέψειαν. Ἀλλ' οὔτε τὴν ἐπὶ τὸ νικᾷν ὁ τοιοῦτος ἀποίσεται δόξαν, οὔτε μὴν εἰ συντριβῇ πεσὼν, αὐτὸς ἑαυτῷ παραίτιος τοῦ πάθους γεγενῆσθαι πιστεύοιτο. Ἑτέρων γὰρ ἔργων ἀμφότερα, καὶ τῶν τὰς ἡνίας ἐχόντων, οὐ τοῦ μάτην τοῖς δίφροις ἐφεστηκότος ἡ ἔμβασις. Ὧν γὰρ ἄν τις οὐκ ἔχει τὴν ἐξουσίαν, πῶς ἂν εἰκότως περὶ αὐτῶν ἀπαιτοῖτο τοὺς λόγους; Τὸ δὲ ἐν προαιρέσει τῇ τοῦ ποιοῦντος κείμενον, ὅποιπερ ἂν ἥξει ἢ καὶ πράττοιτο δηλονότι, καὶ οὐχ ἑτέροις ἀναθήσει τὰς αἰτίας. Ἀλλ' ἵνα καὶ διὰ πραγμάτων, ὧν ἐκεῖνοι τοῦ βίου κατεῤῥαψῳδήκασι, καὶ διὰ μύθων τῶν παρ' αὐτοῖς τοὺς ἐπὶ τὸ ληρεῖν αὐτοὺς ἐλέγχους ἐρανιζόμενοι, γυμνότερον τοῖς ἀκροωμένοις ἐπιδεικνύωμεν, ὡς ἀμαθίας αὐτοῖς οὐ τῆς τυχούσης τὸ δόγμα πεπλήρωται, καὶ τὸ μὴ ταῖς οἰκείαις ὑπολαμβάνειν κεχρῆσθαι βουλαῖς ἐν τοῖς πρακτέοις τὸν ἄνθρωπον, μηδὲ αὐτονόμῳ γνώμῃ βαδίζειν ἐφ' ὅπερ ἂν βούλοιτο, τῆς ἐσχάτης ἀνοίας ἔγκλημα φέρει, ὀλίγων, καθάπερ ἤδη προεῖπον, ἐπιμνησθήσομαι. Ταντάλου τινὸς, καὶ Τιτυοῦ, καὶ Ἰξίονος, καὶ τῆς Σισύφου ταλαιπωρίας, οἱ παρ' ἐκείνοις μνημονεύουσι λόγοι, καὶ δίκας αὐτοὺς ἀποτιννύειν, καὶ μάλα δικαίως, διισχυρίζονται, ἃς αὐτοὶ, κατὰ τὸ εἰκὸς, ἠβουλήθησαν. Τάνταλον μὲν γὰρ, λίθου τῇ κεφαλῇ δυσαχθεστάτου λίαν ἐπηρτημένου, καὶ φόβῳ κινδύνων ἀεὶ προσδοκωμένων, κολάζεσθαί φασιν. Εἶτα τὴν αἰτίαν εἴ τις ἔροιτο τοῦ κακοῦ, ὡς ἀκόλαστον ἔσχε γλῶσσαν ἀνακεκραγότων ἀκούσεται, καὶ νόσον αἰσχίστην ὄνομα γραφόντων τῷ πάθει. Τὸν δέ γε Τιτυὸν τὸν οὕτω καλούμενον, ἐπ' ἐννέα μὲν ὅλοις ἐκτείνουσι πλέθροις· ἀνημένων δὲ ξυνωρίδι γυπῶν τὸ ἧπαρ ἀνακείρεσθαι λέγουσι, καὶ τρόπον ἀκολασίας πρόφασιν αὐτῷ τῆς ἀνηκέστου συμφορᾶς γεγενῆσθαι διισχυρίζονται. Ἰξίονα δὲ καὶ Σίσυφον, τὸν μὲν, ἀειδινήτοις στροφαῖς, καὶ τροχοῦ περιόδοις ὑπεστρωμένον· τὸν δὲ ἱδρῶτι μακρῷ κολάζεσθαί φασιν· εἶτα καὶ τούτοις, ἵνα δὴ δικαίως φαίνοιντο τιμωρούμενοι, διαφόροις πλημμελημάτων ὑποβάλλουσι γραφαῖς. Ἀλλ' ὥσπερ ὄντως κατὰ τὴν αὐτῶν διάληψίν τε καὶ ἔννοιαν, ταῖς ἐξ εἱμαρμένης ἀνάγκαις ὑποκεῖσθαι νομιοῦμεν τὸν ἄνθρωπον, οὐκ ἂν εἶεν, ὥς γέ μοι δοκεῖ, τῶν ἀρτίως ὠνομασμένων τὰ ἐφ' οἷς πεπόνθασι πλημμελήματα, ἀλλὰ τῆς εἰς ταῦτα καλούσης εἱμαρμένης, καὶ διὰ τὸ δύνασθαι τῆς ἑκάστου γνώμης κρατεῖν ὑπὸ χεῖρα πεποιημένης τὴν ἑαυτῆς. Ἢ τοίνυν ἀνείσθωσαν τῶν ἀνηκέστων τιμωριῶν, καὶ τῆς ἀθανάτου ταλαιπωρίας ἐκεῖνοι, κατηγορείσθω δὲ μᾶλλον ἡ πλεονεκτήσασα γένεσις, καὶ ὑποκείσθω τοῖς κολασταῖς, εἴ τινες ἂν εἶεν οἱ τοῦτο ποιεῖν ἐγνωκότες· ἢ εἴπερ τις ἐρεῖ δικαίως ἐκείνους κολάζεσθαι, γυμνὸν ἡμῖν