# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.512

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.512

ἀνάγκης εἰσκομιζέτω τὸν ἄνθρωπον, καὶ τὴν ἐκ τῆς εἱμαρμένης ἀναιρείτω πλεονεξίας, ἵνα Ταντάλου φαίνηται καὶ Σισύφου τὰ ἐγκλήματα. Εἰ γὰρ οἶδε τῶν ἀτοπωτάτων καὶ παρ' ἡμῖν ὁ τοῦ δικαίου θεσμὸς, μὴ τοὺς ἡμαρτηκότας μᾶλλον, ἀλλ' ἑτέρους ἀντ' ἐκείνων εἰσπράττεσθαι δίκας, πῶς οὐκ ἔσται παντί τῳ συμφανὲς, ὅτι τῶν παρ' ἐκείνοις νενομισμένων θεῶν, οὐδὲν ἂν εἰκότως δοίη τις εἶναι τὸ ἀθλιώτερον, εἴπερ οἱ πάντων διανομεῖς καὶ ταμίαι, πεπιστευμένοι τὸ δύνασθαι κρίνειν οὐκ ἔχουσιν ὀρθῶς. Πῶς δὲ οὐκ ἀμείνους οἱ παρ' ἡμῖν εὐθεῖαν ἐφ' ἑκάστῳ τὴν κρίσιν ἐκφέροντες, καὶ τὸν μὲν δίκαιον ὅτι προσήκει τιμᾶσθαι διεγνωκότες· τοὺς δὲ τοῖς αἰσχίοσιν ἐνόχους ἀναδεδειγμένους, μισεῖν μὲν οἴεσθαι δεῖν λογιζόμενοι· ἐπιτιμῶντες δὲ ἀναλόγως οἷς ἐλεγχθεῖεν παρανομήσαντες; Ἀλλ' ἐκεῖνα μὲν δὴ περὶ τούτων δοκεῖ, ὦ οὗτος, τοῖς σοῖς ποιηταῖς τε καὶ λογάσιν· Ἄκουε δέ τι καὶ τῶν παρ' ἡμῖν λεγόντων σοφῶν. «Ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὴν ὁδὸν αὐτοῦ, τὸν δὲ Θεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ.» Ὥστε, εἴπερ ἦν τις ἀφροσύνης ἐλεύθερος, οὐκ ἂν λελυμασμένην ἔσχε τὴν ὁδὸν, οὐδ' ἂν ὅλως τὴν θείαν κατῃτιάσατο φύσιν, ὡς αὐτὴν ἐπ' ἐκεῖνο καλοῦσαν ὃ καὶ νόμῳ κεκώλυκεν. Οἱ μὲν γὰρ καθηγητὴν καὶ διδάσκαλον, καὶ ὥσπερ ἄριστον δικαστὴν τὸν οἰκεῖον ἑαυτοῖς ἱδρυσάμενοι νοῦν, ἀεὶ μὲν οἷσπερ ἄν τις ἐπιψηφιεῖται τὰ κάλλιστα διαπρέπειν ἐπείγονται· τὰ δὲ, ὅσα τῆς ἀρίστης ἐξοικίζει βουλῆς τε καὶ πράξεως, σὺν πολλῷ τινι παραμείβονται τόνῳ. Οὐκοῦν οὐχ εἱμαρμένη καὶ γένεσις, κατὰ τὸ αὐταῖς δοκοῦν ἑκάστῳ βραβεύουσαι, ἢ τῶν φαύλων ἐργάτην, ἢ τῶν ἀγαθῶν ἐραστὴν ἀποτελοῦσι τὸν ἄνθρωπον· ἀλλ' ἐθελούσιοι πάντες ἐπ' ἄμφω βαδίζουσιν· καὶ ὅποιπερ ἂν ἑκάστῳ δοκῇ, τὰ καθ' ἑαυτὸν ἀπευθύνειν ἐξ ἀνάγκης, τὸ κωλύον οὐδέν. Εἰ δὲ χρή τι τοῖς εἰρημένοις προσθεῖναι λοιπὸν, καὶ τῆς Ἑλλήνων ἀπαιδευσίας κατασημαίνειν τὸν γεννήτορα καὶ πόθεν αὐτοῖς εἰς τοῦτο πεσεῖν ἀβουλίας συμβέβηκεν, ἐρῶ καὶ μάλα προθύμως. εʹ. Δαίμων ἐκεῖνος ὁ ἀρχέκακος ὁ τῆς ἁμαρτίας πατὴρ, παραβάτην τῆς θείας ἐντολῆς δείξας τὸν ἄνθρωπον· καὶ ὥσπερ τινὰ τῶν δορυκτήτων ὑπὸ χεῖρας ἑλὼν, καὶ τύραννος ἐξ ἀπάτης ἐφ' ἡμᾶς ἀναδεδειγμένος, ἐδεδίει τῆς ἐλευθέρας φύσεως τὴν ἐφ' ἅπερ ἦν ἀναδρομήν. Ἤδει γὰρ, ᾔδει τὸν ἄνθρωπον

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
