# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.513

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.513

τοῖς ἀπὸ τοῦ συνειδότος ἐλέγχοις, ἀεὶ πρὸς τὸ κρεῖττον ἀναφεύγειν ἐπειγόμενον· καὶ μισοῦντα μὲν, ὡς ἐπείσακτον τὴν ἁμαρτίαν, ἐν δὲ τῷ πλημμελεῖν ἀεὶ σκυθρωπάζοντα, καὶ εἰ κλέπτοιτό πως πρὸς τοῦτο διὰ μικρᾶς ἡδονῆς· Ἀλλ' ἵνα μὴ ταῖς οἰκείαις αὐτονομίαις χρησάμενος, ἀφανίσῃ μὲν τῷ πρὸς ἐλευθερίαν ἕλκοντι τόνῳ τὴν τυραννήσασαν ἡδονήν· μακρὰν δὲ οἰμώζειν ταῖς ἁμαρτίαις εἰπὼν, ἐπὶ τὰ ἐξ ἀρχῆς ἀναβαίνοι πλεονεκτήματα, καὶ τοῖς τῆς δικαιοσύνης ἔργοις ἐμφιλοχωρῶν, ἀχείρωτος ἤδη ταῖς ἄνωθεν ἐπικουρίαις εὑρίσκοιτο· ἕτερον ἀπάτης ἐπενόησε τρόπον, ὃς ταύτην ἀεὶ τῆς ἑαυτοῦ κακουργίας ὅπλον ποιησάμενος, ὑποκλέπτων δὲ ὥσπερ τῆς ἐπὶ ταῖς ἁμαρτίαις λύπης τὸ πλέον, ἀεὶ τοῖς ἀπὸ τοῦ συνειδότος ἐλέγχοις διὰ δόλου μαχόμενος, Οὐκ αὐτοὶ, φησὶν, ἑαυτοῖς ἐστε τοῦ μὴ δύνασθαι τὰ ἀμείνω πράττειν παραίτιοι· οὐδὲ τέθεικε Θεὸς ταῖς ὑμετέραις ἐξουσίαις τὸ σωφρονεῖν. Ζυγὸν ὑμῖν ἀναγκαῖον ἐπελήλακεν· εἱμαρμένη κρατεῖ καὶ γένεσις, καὶ πράττειν ἀνάγκη τὸ ἐκείναις δοκοῦν. Ταῖς τοιαύταις ἀπάταις ὁ πονηρὸς χειροῦται τὸν ἄνθρωπον, καὶ τῶν τῆς ἀληθείας ἀποβουκολήσας δογμάτων, ἑτοιμότερον εἰς πᾶσαν ἁμαρτίαν ἀπεργάζεται· εἱμαρμένῃ γὰρ τῶν καθ' αὑτὸν ἀνατιθεὶς τὴν ἔκβασιν, καὶ γενέσεως ἀφύκτοις ὑποκεῖσθαι λέγων δεσμοῖς, οὐδεμίαν ὑποστήσεσθαι κόλασιν, ἐφ' οἷς ἂν φαίνηται πλημμελῶν ὑπολαμβάνοι. Ἀλλ' ἐν τούτοις μὲν ἐκεῖνοι, τὸ σωφρονεῖν παρωσάμενοι. Λεγέτωσαν δὲ τῆς Ἐκκλησίας οἱ κήρυκες, οἱ Χριστὸν ἐνδυσάμενοι, καὶ τῆς ἀληθείας φοροῦντες τὸν νοῦν. Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Ἵνα δὲ μὴ μακρὰν οὕτω νοσοῦντες τὴν ἀβουλίαν οἱ ταῖς ἀρτίως διηγορευμέναις ἀπάταις ἔνοχοι, καὶ τοῖς τοῦ νομοθέτου θελήμασι τὴν ἑαυτῶν ἀντιτάττοντες ἔννοιαν, πόλεμον ἔχωσι πρὸς ὃν ἥκιστα χρῆν, ἀκουέτωσαν ὅπερ ἔφημεν ἐξ ἀρχῆς· ποιήσωμεν εἰρήνην αὐτῷ, καταλύσωμεν τὴν ἔχθραν· οἰχέσθω μάχη καὶ πόλεμος, ἐπιδῶμεν τῷ Σωτῆρι τὰς δεξιάς. Αἰτήσωμεν εἰρήνην διὰ τῆς πίστεως· λέγωμεν μετὰ τοῦ προφήτου καὶ ἡμεῖς· «Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. Κύριε, κτῆσαι ἡμᾶς, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.» ϛʹ. Τοῖς μὲν οὖν Ἑλλήνων παισὶ, καὶ τοῖς ἀρτίως τὰς τῆς Ἐκκλησίας εἰσβεβηκόσι πύλας, ἀποχρήσει πρὸς ὠφέλειαν καὶ ταῦτα. Ἐπειδὴ δέ μοι καὶ ἕτερος ἀναδείκνυται λεὼς, τοῖς μὲν οὖν τῆς ἀμαθίας ὅπλοις, εἰς ἀβουλότατον στρατιώτην ἐξηρτυμένοις, ἀντιτάττων δὲ τῷ Σωτῆρι τὴν γνώμην διὰ σκιᾶς καὶ τύπου καὶ γράμματος, ἔχων τε τὴν μόρφωσιν τῆς γνώσεως ἐν τῷ νόμῳ, καθὼς γέγραπται, τῇ τῶν πραγμάτων ἀληθείᾳ πολεμεῖν οἴεται δεῖν· φέρε δὴ καὶ αὐτοῖς διὰ τὴν εἰς ἀλλήλους ἀγάπησιν ἐπιβοήσωμεν· «Ποιήσωμεν εἰρήνην αὐτῷ.» Μέχρι τίνος, Ἰουδαῖε,

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
