# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.516

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.516

τοῖς ἀπὸ τοῦ γράμματος τύποις ἐντετηκὼς, παρελαύνεις τῆς ἀληθείας τὴν δύναμιν; Πότε τῆς σῆς ἀμαθίας τὸ πέρας ὀφθήσεται; Πότε τῆς ἐν τῷ νόμῳ σκιᾶς ἀποστήσεις τὸν νοῦν; Ἢ ποῖός σε χρόνος ἡμῖν ἐπιδείξει σωφρονέστερον; Πότε δὲ τὴν ἐν πνεύματι λατρείαν προσοίσεις τῷ βασιλεῖ τῶν ὅλων Θεῷ; «Πνεῦμα ὁ Θεὸς, καθὼς γέγραπται, καὶ τοὺς προσκυνοῦντα αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Σὺ δὲ τὸ ἐν πνεύματι λατρεύειν ἀφεὶς, καὶ ἡδίονα τῆς εἰς τὴν ἀμείνω ποιησάμενος τὴν ἐπὶ τὰ χείρω φορὰν, τῇ τοῦ γράμματος ἐναβρύνῃ παχύτητι· εἶτα τιμᾷν οἴῃ διὰ τούτου Θεὸν, καὶ τὴν ἀκριβεστάτην τοῦ νόμου διάληψιν ἀποσειόμενος, ὡς πᾶσαν ἔχων τῶν γεγραμμένων τὴν εἴδησιν, οὐκ αἰσθάνῃ ληρῶν. Φέρε γὰρ δή σοι καὶ εἰς ἕκαστα τῶν παρὰ σοὶ τιμίων ὀλίγα διαλεξώμεθα. Νοήσεις γὰρ, οἶμαι, καὶ μάλα ῥᾳδίως, ἐντεῦθεν, εἴπερ ἔνεστί σοι τὸ βούλεσθαι σωφρονεῖν, ὅτι χρόνους ἐν πλάνῃ κατατρίβεις μακρούς. εʹ. Ἀποδέχῃ μὲν γὰρ ὡς μέγα τι χρῆμα, καὶ εἰς λατρείαν τὸ καιριώτατον τὴν ἐν σαρκὶ περιτομήν. Ὑπερθαυμάζεις δὲ λίαν τὴν κατὰ τὸ Σάββατον ἀργίαν, καὶ μηλοσφαγεῖς μὲν ἡδέως· οἴει δὲ λίαν ἐπὶ σαυτῷ μεγάλα χαίρειν Θεὸν, ὅταν αὐτῷ φαίνῃ βουθυτῶν, καὶ βρωμάτων δὲ πέρι καὶ τῆς ἐν τούτοις διαφορᾶς, πολὺς παρὰ σοὶ καὶ ἀκριβὴς ὁ λόγος, ἐν τούτοις ἔχειν τὸ καύχημα· ταῦτα παρὰ σοὶ τῆς ἀκροτάτης ἀρετῆς ὠδίνει τὰ γυμνάσματα· ἐν τούτοις ἔθου σαυτῷ τοὺς τῆς εὐδοκιμήσεως ὅρους. Ἐγὼ δὲ τὴν τοῦ νομοθέτου σοφίαν καὶ σύνεσιν, παντὸς εἶναί φημι καὶ λόγου καὶ θαύματος κρείττονα· ἐπισκήψαιμι δ' ἂν, καὶ μάλα εἰκότως, ταῖς Ἰουδαϊκαῖς ἀβουλίαις. Νοοῦσι μὲν γὰρ οὐχ ἑτοίμως· φεύγουσι δὲ τὸ μαθεῖν, πλημμελοῦντες καθ' ἕτερον, καὶ μόναις ταῖς ἑαυτῶν ἀμαθίαις εἰς τὸ μηδενὸς ἀπολαῦσαι τῶν ἀγαθῶν ποδηγούμενοι. Ἀλλὰ καὶ αὐτοὶ διὰ τῆς προφητικῆς ἀκουέτωσαν φωνῆς· «Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὑτῶν.» Φέρε γὰρ δὴ τί ποτε ἄρα ἐστὶ τὸ ἐκ τοῦ περιτέμνεσθαι χρήσιμον, διασκεψώμεθα· ἢ ποῖον ἡμῖν ὁ νομοθέτης διὰ τούτου παρεισοίσει τὸ ὠφελοῦν. Τὸ μὲν γὰρ τοῖς τοῦ σώματος μορίοις, δι' ὧν ἡ φύσις ὑπηρετεῖται πρὸς γένεσιν, ἐπάγεσθαι τὴν περιτομὴν, εἰ μὴ λόγον ὑφ' ἑαυτῷ τὸν κάλλιστον ἔχοι, γελοιότητος οὐκ ἀμοιρεῖ· μᾶλλον δὲ τὴν τοῦ δημιουργήσαντος γράφεται τέχνην, ὡς εἰκαίοις τισὶ περιττώμασι τὸ τοῦ σώματος καταβρίθοντος σχῆμα. Εἶτα πῶς, εἴπερ ἂν οὕτως ἔχοι τε καὶ παρ' ἡμῖν νοοῖτο τῶν εἰρημένων ἡ δύναμις, οὐ τοῦ πρέποντος ἁμαρτεῖν τὸν θεῖον ψηφιούμεθα νοῦν; Εἰ γὰρ ἐν τῷ περιτέμνεσθαι μᾶλλον σώζεται τῇ τοῦ σώματος φύσει τὰ πρεπωδέστερα, πῶς οὐ πάντως ἦν ἐν ἀρχῇ τοῦτο κρεῖττον καὶ ἄμεινον; τίς οὖν, εἰπέ μοι, τὴν ἀπλανῆ καὶ ἀκήρατον φύσιν ἐν ἁμαρτίαις τοῦ πρέποντος

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
