# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.517

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.517

γεγενῆσθαι λέγων, οὐ παντί τῳ φανεῖται ληρῶν; Μωρὶ μὲν γὰρ ὁ ἐπὶ πάντων Θεὸς ἀλόγων ζώων ἐδημιούργησε γένη· ἀλλ' οὐδὲν τῇ τούτων κατασκευῇ πρὸς τὸ ἀκριβέστατον κάλλος, οὔτε ἔχον ἐλλιπῶς, οὔτε μὴν περιττῶς ἐγκείμενον φαίνεται. Ἀπήλλακται δὲ παντελῶς τῆς ἐπ' ἄμφω διαβολῆς, καὶ τὴν ἐν ἑκατέροις κατηγορίαν διαπέφευγε. Πῶς ὁ οὕτως ἀριστοτέχνης Θεὸς, ὁ τὴν ἐν τοῖς ἐλάττοσι προμήθειαν τοσαύτην πεποιημένος, περὶ τὸ πάντων ἂν ἐσφάλη τιμιώτατον; Καὶ τὸν κατ' εἰκόνα παράγων εἰς μέσον τῶν ἀλόγων αἰσχίονα φαίνεσθαι παρεσκεύασεν, εἴπερ ἐν ἐκείνοις μὲν οὐδὲν, ἐν δὲ τούτῳ τι διέπτεσται; Ἀλλ' οἶμαι καὶ αὐτοὺς συνερεῖν Ἰουδαίους, ὡς εἰ μή τι τῶν ἀγαθῶν διὰ τῆς [περὶ] κατὰ σάρκα περιτομῆς σημαίνοιτο, γέλωτος ἀξία, τό γε τῆς ἐκείνων ἀμαθίας φαίνεσθαι κρείττονας, τοὺς ἐν οἷς ὁ Σωτὴρ αὐλίζεται, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐνοικεῖ· φέρε πάλιν τὸν πρέποντα λόγον τοῖς τοῦ νομοθέτου διατάγμασιν ἐφαρμόσαντες, ἀξιολογωτάτην οὖσαν ἐπιδείξωμεν τὴν ἐν αὐτοῖς κειμένην διάνοιαν. Διατί τοίνυν ὁ διὰ Μωσέως προστάττει νόμος, ἐν ὀγδόῃ τὸ βρέφος ἡμέρᾳ περιτέμνεσθαι, καὶ προσάγεσθαι τῷ Δεσπότῃ Θεῷ, τῆς ἐξ ἔθους θυσίας ἐπ' αὐτῷ προτετελεσμένης· εἶτα ποῖον ἡμῖν εἰσοίσει τὸ θεώρημα τὸ διὰ τῆς ἐν σαρκὶ περιτομῆς ὑποδηλούμενον, ὥρα λοιπὸν ἐκκαλύπτοντας ὡς ἔνι μάλιστα διειπεῖν· καὶ ὡς ἂν οἴηταί τις ἄριστα τὸν ἐπ' αὐτῇ διεσκέφθαι λόγον. ηʹ. Νοῦς τοιγαροῦν ὁ ἐν ἡμῖν τὸ πάντων ἐστὶ τῇ φύσει γονιμώτατον, ἀρετῆς μὲν ἁπάσης ἔχων ἐν αὑτῷ τὰ σπέρματα, καὶ τὰς ἐφ' ἑκάστῳ τῶν καλλίστων ἐπιθυμίας, καθάπερ ἀπὸ γῆς, ἐξ οἰκείων κινημάτων ἀεὶ χορηγούμενος· πεποίηται γὰρ οὕτω παρὰ τοῦ κτίσαντος. Ἐπιτρέχειν δὲ αὐτὸν ὥσπερ τι κάλυμμα, καθάπερ ἐμφύτου ῥίζης ἐξέρπουσα λήθη, ἣ καὶ πάσης ἐστὶν ἀκαθαρσίας τροφός. Καὶ τὴν μὲν ἐπὶ τοῖς ἀμείνοσιν ἔφεσιν, ἀχλύος δίκην ἐκτείνει μὲν, ἢ καταβόσκεται· τὴν δὲ, ἐπὶ τῷ χρῆναι τὰ βέλτιστα δρᾷν ἐπισκιάζουσαν, μνήμην τὸ γεῶδες ἡμῖν ἀντὶ τοῦ πνευματικοῦ πραγματεύεται φρόνημα, οὕτω τε πάσης ἀκαθαρσίας ἀνάπλεω δεικνύει τὸν ἄνθρωπον. Καὶ γοῦν οἷς τοῦτο συνέβη παθεῖν, διὰ προφητικῆς λέγεται φωνῆς· «Μνήσθητε, οἱ μακρὰν τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ καρδίαν ὑμῶν.» Ἔδει γὰρ, ἔδει καθάπερ ὕδωρ ἐπιχεῖσθαι πυρὶ, τοῖς ἀπὸ τῆς λήθης κακοῖς τῶν ἀγαθῶν τὴν ἀνάμνησιν· καὶ διὰ τῶν ἐναντίων βοηθημάτων τὸ λοιποῦν ἀφανίζεσθαι. Ἕως ἂν οὖν τοῖς ἀπὸ τῆς λήθης κακοῖς ὁ ἐν ὑμῖν κατακαλύπτηται νοῦς, καὶ τὸ τίκτειν τὰ κάλλιστα πεφυκὸς, ταῖς ἐντεῦθεν ἀμαθίαις ἐπιθολού-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
