# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.524

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.524

φαῖς. Ἀχθοφορεῖν δὲ ὅλως, καὶ ἀπὸ τοῦ καταφορτίζεσθαι παντελῶς ἀποκωλύει, σαφέστατα λέγων διὰ φωνῆς Ἱερεμίου· «Καὶ οὐκ ἐξελεύσεσθε ἔξω τῆς πύλης Ἱερουσαλὴμ τῇ ἡμέρᾳ τῶν Σαββάτων· καὶ οὐκ ἐξοίσετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν.» Ἐν τούτοις ὑμῖν ὁ νόμος ὁρίζει τὰς τοῦ Σαββάτου τιμάς. Ἀλλ' ἡκέτω μοι πάλιν εἰς μέσον ὁ μόνῳ τῷ γράμματι συνηγορεῖν μελετήσας, καὶ λεγέτω τις ἡμῖν τῶν ἐξ Ἰουδαϊκοῦ συστήματος, πότερόν ποτε λόγος ἐφήρμοσται τοῖς θεόθεν διατεταγμένοις σοφὸς, ἤγουν ἐν ψιλαῖς ἡμῖν κεῖται ταῖς λέξεσι, καὶ γυμνῷ τῷ γράμματι, τῶν θείων μυστηρίων ἡ δύναμις. Εἰ μὲν οὖν ὥσπερ ἐπὶ καλύμματι τοῖς θεωρήμασι τὴν ἐκ τοῦ γράμματος ἐπαλείφεσθαι παχύτητα, νουνεχέστατά τε ποιῶν ὁμολογεῖ, ζητείτω τὸ νόημα, καὶ μὴ τοῖς ἐν σχήματι λαλουμένοις ἐμφιλοχωρῶν, αὐτὸς ἑαυτὸν ζημιούτω τὰ κάλλιστα· εἰ δὲ ὅτι προσήκει μόνῳ προσεδρεύειν τῷ γράμματι, καὶ μηδὲν ἐπ' αὐτῷ πλέον λογίζεσθαι, αὐτός τε ποιοῖτο διὰ σπουδῆς καὶ προσέτι διδάσκειν ἑτέρους φιλονεικοίη, ἀκούσεται κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως. Οὔτε ὑμεῖς εἰσέρχεσθε, οὔτε τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.» Φέρε δὴ γὰρ καὶ ἐπὶ τῷ κατὰ Σάββατον λόγῳ τὴν τοῦ πράγματος φύσιν, ὅπως ἂν ἔχοι, διασκεψώμεθα, καὶ λεπτομερέστερον βασανίζοντες τοῦ λόγου τὴν δύναμιν, ἴδωμεν, εἰ μὴ μωρίας ἀνάπλεως κἀν τούτῳ πάλιν ὁ τῶν Ἰουδαίων ἁλίσκεται νοῦς. ιʹ. Τί γὰρ δὴ τὸ πεπεικὸς, εἰπέ μοι, τὸν ἀπάντων δημιουργὸν πρὸς τοῖς ἄλλοις ἅπασιν, οἷς ἔχειν ὀρθῶς ἐδοκίμαζε, καὶ ἀργεῖν ἐν Σαββάτῳ νομοθετεῖν, καίτοι τῆς ἄλλης ἁπάσης κτίσεως, τὰ ἐκ φυσικῶν κινημάτων ἐνεργούσης, ἀκωλύτως κατὰ τὸ Σάββατον, ἢ καὶ ὅπερ ἔκαστον τῶν ὄντων τέτακται ποιεῖν, οὐ καταλυόντων διὰ τὸ Σάββατον; Ἥλιος μὲν γὰρ ἀνίσχει, καὶ τὸν συνήθη δρόμον ἐξελίττων οὐ παύεται· γῆ δὲ ἡ φυτοῖς κομῶσα ποικίλοις καὶ πολυειδέσιν ὡραϊζομένη βλαστήμασιν οὐκ ἀποστειροῦται διὰ τὸ Σάββατον, οὐδὲ τοῖς ἐξ αὐτῆς τὴν θρεπτικὴν ἐψεύσατο δύναμιν. Πηγαὶ δὲ ὁμοίως καὶ αἱ ψυχρῶν ὑδάτων μητέρες, ποτὲ τὸν ἐξ οἰκείων μαστῶν ἀνακόπτουσαι δρόμον, τὴν αὐταῖς συνήθη χορηγίαν ἐπαύσαντο φέρειν. Ἀλλ' οὐ τοῦτο νῦν ἐρεῖς, Ἰουδαῖε, καίτοι νόμους ἐφ' ἑκάστῳ τῶν πεποιημένων παρὰ τοῦ Δημιουργοῦ τεθεῖσθαι πιστεύομεν, καθ' οὓς κινεῖσθαι πέφυκε, διαζῇ τε καὶ σώζεται. Ἀλλ' εἴπερ, ὡς οἴει, κατὰ γνώμην αὐτῷ τὸ τιμᾶσθαι ταῖς ἀργίαις τὸ Σάββατον, οὐδενὸς ἡμῖν ἑτέρου διὰ τῆς τοιαύτης νομοθεσίας χρησίμου παρεισβαίνοντος, τί μὴ τὸν αὐτὸν ἐφ' ἅπασιν ἐτίθει νόμον; Τί δὲ, εἰπέ μοι, τὸ λυποῦν, ὀψοποιεῖσθαί τινα τὸ καθ' ἡμᾶς, ἢ ἀλφιτουρ-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
