# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.533

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.533

διὰ τῆς ἐκείνου κακουργίας σεσαγηνευμέναι πρὸς ἀπώλειαν, ἔξω τῶν ὑποχθονίων ἐγένοντο πυλῶν· καὶ τοὺς τῆς ἀβύσσου κευθμῶνας ἐκδύνουσαι, τὰς ἀνηλίους τοῦ θανάτου διέφευγον αὐχάς. Καὶ τὸν βαθὺν ἐκεῖνον διανηχόμενοι σκότον, πρὸς τὸ τοῦ Σωτῆρος ἐβάδιζον φῶς. Παρειστήκει γὰρ «λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε.» Ἐπειδὴ δὲ σεσύλητο τῶν πνευμάτων ὁ ᾅδης, καὶ λέλυτο τοῦ θανάτου τὸ κράτος, ἄνεισι μὲν ὁ Σωτὴρ νικηφόρος· ἀναστήσας δὲ τριήμερον τὸν ἑαυτοῦ ναὸν, καὶ τὴν τῶν σωμάτων ἀναβίωσιν ἐνεργεστάτῳ τρόπον τινὰ ζωγραφήσας ὑποδείγματι· καὶ πάσας ἡμῖν τὰς ἐπ' ἀγαθοῖς ῥιζώσας ἐλπίδας, συνταξάμενος τοῖς ἑαυτοῦ μαθηταῖς, καὶ βαπτίζειν ἐπιτάξας πάντα τὰ ἔθνη εἰς ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, εἰς αὐτὸν ἀναβαίνει τὸν οὐρανὸν, ἀνηβῶσαν εἰς ἀφθαρσίαν διὰ τῆς χάριτος ἐπιδείξων τῷ Πατρὶ τὴν ἐξ ἁμαρτίας συντετριμμένην τοῦ ἀνθρώπου φύσιν, καὶ ὥσπερ τινὰ ἄσταχυν ἀπαρχὴν ἑαυτὸν ἀνακομίζων τῷ φύσαντι. Ἐπὶ τούτοις, ἀγαπητοὶ, μικρὰς ἀποδιδόντες τῷ Σωτῆρι τὰς ἀμοιβὰς, καὶ τοῖς κατὰ δύναμιν χαριστηρίοις τὸν εὐεργέτην ἀντευφραίνοντες, τὴν ἑαυτῶν ὁμολογῶμεν πενίαν, λέγοντες· «Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα τοῦ Κυρίου ἐπικαλέσομαι.» Σωτηρίου γὰρ ὄντως ποτήριον ἡ εἰς Θεὸν εὐχαριστία· εὐχαριστοῦντες δὲ ὅσον ἐν λόγοις καὶ ῥήμασι, καὶ τὰς ἐκ τῶν ἀνδραγαθημάτων προσθήκας προσκομίζομεν αὐτῷ· τὸ μὲν σῶμα πάσης μοχθηρᾶς ἀφιστῶντες ἡδονῆς, ἐκκαθαίροντες δὲ καὶ τὸ πνεῦμα, καὶ πάσης αὐτὸ πονηρίας ἐλευθεροῦν ἐπειγόμενοι, λελωβημένους ἐπισκεπτόμενοι, τοὺς ἐν πενίᾳ παρακαλοῦντες, ὀρφανοῖς καὶ χήραις τὸ ἐκ τῆς συμφορᾶς ἐπελαφρίζοντες βάρος, τοῖς δεσμίοις διὰ τοῦ συναλγεῖν συνδεσμούμενοι, τοὺς κακουχουμένους ἀνακτώμενοι, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Τῆς γὰρ οὕτω σεμνῆς ἐχόμενοι πολιτείας, καὶ πάντα κατὰ τὸν θεῖον πράττοντες νόμον, εὐδοκιμήσομεν παρὰ τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ νουμηνίας τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ἕκτης τοῦ Φαρμουθὶ μηνός· καταπαύοντες τὰς νηστείας τῇ ἑνδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ Σαββάτου, κατὰ τὴν εὐαγγελικὴν παράδοσιν· ἑορτάζοντες δὲ τῇ ἐξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ δωδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς· ἵνα καὶ τῆς τῶν ἁγίων ἀξιωθῶμεν ἐν οὐρανοῖς κοινωνίας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
