Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.536
Not analysed yet
ΛΟΓΟΣ Ζʹ. αʹ. «Χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε.» Ἰδοὺ γὰρ ἡμῖν διὰ τῶν αὐτῶν ἀνακυκλημάτων ἐρχόμενος ὁ τριπόθητος τῆς ἁγίας ἡμῶν ἑορτῆς ἀνίσχει καιρὸς, καὶ τοῖς ἐξ ἀλλοδαπῆς εἰς τὴν ἐνεγκοῦσαν καταίρουσι παραπλήσιος· εἴσω δὲ τῶν λιμένων ἤδη φαίνεται, καὶ λοιπὸν ἐξάπτει τῆς ἠπείρου τὰ πείσματα. Ἐπειδὴ δὲ ἤδη πάρεστι, καὶ μονονουχὶ γέγονεν ἡμῖν ἐνδήμιος, ἀκόλουθον οἶμαι καὶ πρέπον, ἡμᾶς δὴ μάλιστα, εἴ γε τῆς θείας ἱερωσύνης ἐπειλημμένοι, τὴν ἱερὰν ἐπὶ γλώττης φοροῦμεν σάλπιγγα, τὰ λαμπρὰ τῆς πανηγύρεως διδόναι συνθήματα, καὶ καθάπερ εἰς θίασον ἕνα τοὺς ἀπὸ πανταχόθεν συναγείρειν, λέγοντας κατὰ τὸν ἅγιον Ψαλμῳδόν· «Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς·» Ἑκάστῳ μὲν γὰρ ἀπονέμειν καιρῷ τὰ αὐτῷ πρέποντα, καλὸν δὴ λίαν οἶμαι καὶ σοφόν. Τὸ δὲ πειρᾶσθαι τῆς τοῦ συμφέροντος θήρας οὐχ ἁμαρτάνειν, μόνοις εἶναί φημι τοῖς ἀγαθοῖς τὴν ἕξιν ἁρμοδιώτατον. Οὐκοῦν ἐπείπερ ἡμῖν ὁ τῶν εὐκλεῶν ἱδρώτων ἀνεδείχθη καιρὸς, προθύμως παρόντος ἐπιδραττώμεθα. Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ, καὶ διὰ νηστείας ἀγαθῆς νεκρώσωμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν. Οὕτω γὰρ, οὕτω τῷ πανάγνῳ Θεῷ συνεσόμεθα λέγοντι· «Ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιος.» Παῖδες μὲν οὖν ἰατρῶν οἱ φιλοτεχνέστατοι, διὰ ποικίλων εὑρημάτων τὰς τῶν σωμάτων ἐξαρτύουσι θεραπείας· καὶ τοῖς ὀχλουμένοις ὑπὸ τούτων, ὅσα τὴν εὔτακτον τῶν ἐν ἡμῖν στοιχείων κράσιν διαλυμαίνεσθαι φιλεῖ, προσάγουσι τοὺς ἐτησίους καθαρισμούς· μικρὰ μὲν λυποῦντες ἐκ τοῦ παραχρῆμα τὸν προσερχόμενον, πλὴν οὐ μικρῶν ἀποπέμποντες νοσημάτων ἐλεύθερον. Διὸ δὴ πάλιν οἶμαι προσήκειν ἡμᾶς ποιεῖσθαι περὶ πολλοῦ, μακρὰν ἑαυτοῖς τὴν εἰς τὸ μέλλον ἀποσωρεύσειν ἀσφάλειαν· τὸ δὲ μετρίως ἐκ τῶν ὠφελούντων ἀλγύνεσθαι δεχομένους, ἤγουν τὸ κάμνειν ὀλίγα παραιτουμένους, χαλεπωτέροις καὶ μείζοσι, μᾶλλον δὲ σκληροῖς καὶ ἀνουθετήτοις περιπίπτειν τοῖς ἐκ τοῦ κολάζεσθαι πόνοις. Ταῦτ' οὖν εἰδότας καὶ πεπεισμένους, τί δὴ λοιπὸν ἕτερον ποιεῖσθαι προσήκει, ἢ μετὰ γοργοῦ τοῦ φρονήματος ἐν βοηθημάτων τάξει καθαίρειν εἰδότων, ταῖς ἑαυτῶν ψυχαῖς τὴν πάναγνον εἰσοικίζειν νηστείαν, τὴν ἁπάσης ἀρετῆς μητέρα, τὴν ἐπὶ σεμνότητα ποδηγὸν, τὴν ὅ τι διαπρέπειν προσήκει ἐν ἀγαθοῖς ἀεὶ συμβουλεύουσαν; Μάχεται μὲν γὰρ τοῖς ἐκτόποις τοῦ νοῦ κινήμασιν· ἀναιρεῖ δὲ τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα νόμον· καὶ τὸν ὄχλον τῶν ἐν ἡμῖν ἀντιθάσσων ἡδονῶν κατευνάζουσα, μονονουχὶ μέγα τι καὶ διαπρύσιον ἀναβοῶσά φησι· «Παραστήσατε τὰ μέλη ὑμῶν θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» Ἀλλ' οὐκ ἂν, οἶμαι, τὶς τὸν οὕτω καλλίνικον