# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.537

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.537

ἆθλον ἐξανύσαι ῥᾳδίως, εἰ μὴ νεανικῷ μὲν ἐπιθαρσοίη φρονήματι, δέχοιτο δὲ ἀσμένως τὸ καὶ πολλάκις ἱδροῦν ὑπὲρ ἀρετῆς ἐπείγεσθαι, καὶ δόξαν ἡγοῖτο τὸ πονεῖν ἐπ' ἀγαθοῖς. Ὅνπερ γὰρ τρόπον οἱ τὰ ἐν ταῖς παλαίστραις μελετῶντες γυμνάσματα, καὶ πολλῇ μὲν εὐρωστίᾳ σώματος, τέχνῃ δὲ ταύτης ἐπαυλοῦντες οὐκ ἐλάττονι, εἰ στυγνοὶ, καὶ κατεπτηχότες, καὶ πρὸ τῆς θέας αὐτῆς τὸν ἀντίπαλον εἰς τὸ τῆς μάχης εἰστρέχοιεν ἐργαστήριον, καὶ προηττηθέντες τῷ φόβῳ τῆς ἐν σταδίοις κόνεως ἅπτοιντο, πίπτουσιν ἑτοίμως, καὶ πρὶν εἰς χεῖρας τῶν ἀνθεστηκότων ἐλθεῖν, ἑαυτοὺς ταῖς δειλίαις ἀπονευρώσαντες· οἱ δὲ τῶν τοιούτων παθόντες οὐδὲν, καὶ μόνῳ πολλάκις τῷ σχήματι τὸ τῶν διεναντίων θορυβήσαντες θράσος, τὴν νικῶσαν ἐφ' ἑαυτοῖς ἁρπάζουσι ψῆφον· οὕτως, οἶμαι, καὶ οὐχ ἑτέρως, οἱ νόμῳ μὲν θείῳ συμβιωτεύοντες, πολιτείαν δὲ τὴν ἐξαίρετον ἐπιτηδεύειν σπουδάζοντες. Ὁ μὲν γὰρ πρόθυμός τε καὶ καρτερικώτατος, χαίρει μὲν γὰρ μᾶλλον ἤπερ ἄχθεται πονῶν, πλοῦτον δὲ ἡγεῖται τοὺς ἀγῶνας, καὶ τρυφήν. Ὁ δὲ δειλός τε καὶ ἄνανδρος, ὀκνηρῷ τῆς ἀδρανείας κεκρατημένος νοσήματι, ἀποφρίττει, καὶ μόνον ἀκούων ὅτι χρὴ πονοῦντα πλουτεῖν. Διὸ καὶ Σοφός που τοῖς τοιούτοις ἐφάλλεται λόγοις· «Ἕως γὰρ πότε, φησὶν, ὀκνηρὲ, κατάκεισαι; Ὀλίγον μὲν ὑπνεῖς· ὀλίγον δὲ κάθησαι· μικρὸν δὲ νυστάζεις· ὀλίγον ἐναγκαλίζῃ χερσὶ στήθη. Εἶτα παραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία, καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς.» Φύγωμεν τοίνυν τὰς ἐξ ὄκνου ζημίας, παραιτώμεθα τῶν ἀρετῶν τὴν πενίαν· καὶ τὸ πτωχεύειν ἐν ἀγαθοῖς, ὡς ἁπάντων αἴσχιστον τῶν νοσημάτων ἀποκρουσώμεθα. «Ἀνδριζώμεθα, καὶ κραταιούσθω ἡ καρδία ἡμῶν,» καθὼς γέγραπται. Τῆς γὰρ τοιαύτης ἡμῖν ἀρετῆς καὶ αὐτὸς ἐδίδου τὰ συνθήματα, λέγων ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Οἷμαι δὲ δεῖν, μᾶλλον δέ φημι καὶ ὑπάρχειν ὁμολογουμένως, δειλίας μὲν ἁπάσης ἀμείνω τὸν ἀκολουθεῖν ἐθέλοντα τῷ Χριστῷ· τὸ δὲ κατὰ παντὸς κατασοβαρεύεσθαι φόβου μονονουχὶ τὸν οἰκεῖον ἐπωμάδιον ποιεῖσθαι σταυρόν. Ὥσπερ οὖν ἀμήχανον παιδίον ἀρτιγενὲς, μικροῖς τε καὶ ἁπαλωτάτοις ποσὶν, ὀλίγα μόλις ἰέναι δυνάμενον, τοῖς ὀξυδρομοῦσι νεανίαις ἀκολουθεῖν· οὕτως ἀδύνατον τὸν εἰς μόνην ἀνανδρίαν βλέποντα νοῦν, ἀκολουθῆσαι δύνασθαι τοῖς ἴχνεσι τοῦ Χριστοῦ· ὃς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, καὶ τῆς τοῦ θανάτου πικρίας δι' ἡμᾶς ἀπεγεύσατο, καίτοι Θεὸς ὢν ἀπαθὴς, καὶ ἀθάνατος ἅτε δὴ Λόγος ὑπάρχων, καὶ Πατρὸς Μονογενὴς, ἵν' ἡμῖν ὑπόδειγμα καὶ ὑπογραμμὸν ἑαυτὸν ὑποθεὶς, πρὸς τὴν ἐγχωροῦσαν καλέσῃ μίμησιν, Ἐπ' αὐτῷ γὰρ δὴ τούτῳ τῷ κατορθώματι καὶ ὁ πολὺς εἰς εὐτολμίαν ἀπεσεμνύνετο Παῦλος· «Μιμηταί μου γίνεσθε, λέ-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
