# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.540

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.540

γων, καθὼς κἀγὼ Χριστοῦ.» Ποίοις οὖν ἅρα ἑαυτὸν στεφανοῦν ὁ Χριστοῦ μαθητὴς πλεονεκτήμασιν ὁ Χριστοῦ στρατιώτης ἠπείγετο, ὁ καὶ ταξίαρχος ἐφ' ἡμᾶς διὰ τὴν ἐνοῦσαν ἀρετὴν εὐλόγως κεχειροτονημένος; Οὐκοῦν οὕτω φιλόχριστος ἦν, ὡς οὐδὲν ἡγεῖσθαι τὸ πάντα παθεῖν, ἵνα γένηται γνήσιος τοῦ Χριστοῦ μαθητής. Ἄκουε γὰρ δὴ καὶ βοῶντος, εἰ δοκεῖ, πρός τινας τῶν οἰκείων, ὅτι τῶν ἄθλων αὐτὸν ἀποκωλύειν ἐσπούδαζον· «Τί ποιεῖτε κλαίοντες, καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Εἰς μὲν δὴ τὴν πίστιν τοιοῦτος, ἐν δέ γε τοῖς καθ' ἑαυτὸν ὁποῖός τις ὁρᾶται, καταπλαγήσῃ μαθών. Ὁ γὰρ τοσοῦτος εἰς ἀρετὴν, ἐν ταῖς κατὰ τοῦ σώματος μάχαις σύνοπλον ἐποιεῖτο τὴν νηστείαν, καὶ ὥσπερ τινὰ δοκιμώτατον στρατιώτην τοῖς ἀγαθοῖς τῆς ἑαυτοῦ διανοίας ὑποζεύξας κινήμασι, τῶν τῆς σαρκὸς κατεκράτει νόμων· καὶ τὴν ἐν τοῖς μέλεσιν ἡμῶν τυραννεύσασαν ἡδονὴν, ὥσπερ τινὰ τῶν δορυλήπτων ἑλὼν ὑπὸ χεῖρας, τοῖς τοῦ πνεύματος ὑπετίθει θελήμασιν. Ἀλλ' ἵνα καὶ ἡμᾶς διὰ τούτων ὠφελῇ, πάλιν ἐπιστέλλει· ποτὲ μὲν γεγενῆσθαι λέγων ἐν νηστείαις πολλάκις· ποτὲ δὲ, «Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.» Ἐμέμνητο γὰρ, κατὰ τὸ εἰκὸς, τοῦ οἰκείου βοῶντος Δεσπότου· «Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ὃς δ' ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» Οὐκοῦν ὅπερ αὐτὸς ἑτέροις ἐκήρυξεν, ἠπείγετο δρᾷν, χαλινὸν ἐπιτιθεὶς τῇ σαρκὶ τὴν νηστείαν καὶ συνεργάτιν εἰς τὴν οὕτως ἀξιάγαστον ἀρετὴν, τὴν ἀσιτίαν δεχόμενος. Καὶ οὐκ ἐν τούτοις ἡμῖν ὁρᾶται μόνοις τὰ παρ' ἐκείνου παιδεύματα, οὐδὲ μέχρι τῶν τῆς ἐγκρατείας ὅρων τὸν οἰκεῖον ἵστησι μαθητήν. Οὐ γὰρ ἐξήρκει τοῦτο καὶ μόνον εἰς εὐδοκίμησιν, τῆς ἄλλης ἁπάσης ἔρημον τὸν [l. ὂν] ἀρετῆς. Ποδηγεῖ δὲ εἰς ἕκαστα τῶν συμφερόντων εὐρύθμως, καὶ εἰς τὸ κεφάλαιον τῶν ἀγαθῶν ἀναφέρει, τὴν εἰς ἀλλήλους ἀγάπην φημί· ἣν καὶ τῆς εἰς αὐτὸν γνησιότητος ἀκριβέστατον ὁρίζεται χαρακτῆρα λέγων ὁ Κύριος· «Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ὅταν ἀγάπην ἔχητε εἰς ἀλλήλους.» Διὰ ποίων δὲ λόγων ἡμᾶς καὶ ὁ θεσπέσιος Παῦλος ἐπὶ ταύτην ἐχειραγώγει τὴν ἀρετὴν, ἄξιον ἰδεῖν. Οὐκοῦν Κορινθίοις ἐπιστέλλων ὧδέ φησι· «Καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ καὶ τῶν ἀνθρώπων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον. Κἂν προφητείαν ἔχω, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν, κἂν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθ-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
