# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.541

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.541

ιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.» Ὁρᾷς, ὅπως ἀπούσης τῆς εἰς Θεὸν καὶ ἀλλήλους ἀγάπης, ἀσχήμονά τε καὶ ἀκαλλέστατον ὁρᾶσθαί φησι τῶν ἅλλων ἀρετῶν τὸν ἀξιοζήλωτον ἑσμόν· συμπαρούσης δὲ αὐτῆς εὐπρεπεστάτην τοῖς ἔχουσιν ἀποτελεῖσθαι τὴν εὔκλειαν; Ἆρ' οὖν, εἴποι τις ἂν, ἐπαινεῖ μὲν τὴν ἀγάπην, ὡς μέγα τι χρῆμα καὶ ἀξιοθαύμαστον, τίς δὲ αὐτῆς ὁ τρόπος, οὐχ ὡρίσατο, οὐδὲ ὅπως ἄν τις αὐτὴν ἐπιτελέσαι φησίν; Οὐκ εὐφημήσεις, ἄνθρωπε· παρατρέχει δὲ τῶν δεόντων οὐδὲν τὸ νηφάλιον μαθητήν. Οὐ γὰρ μόνον ὅτι προσήκει τὴν εἰς Θεόν τε καὶ ἀλλήλους ἀγάπην τιμίαν διδάσκειν ἠπείγετο, ἀλλὰ καὶ ὅπως ἄν τις αὐτῆς ἐργάτης ὁρῷτο δεικνύει. Ἐπιλέγει γὰρ πάλιν ἑξῆς· «Ἡ ἀγάπη μακροθυμεῖ, ἡ ἀγάπη χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακὸν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ, πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.» Ἀκούεις ὅπως εἰς τὸ τῆς ἀγάπης καὶ φιλαλληλίας ἀξίωμα τοῖς ἐθέλουσιν ἀναβαίνειν οὐ χαλεπὸν, ἀλλ' ἕτοιμον ἤδη τὸ πρᾶγμα φαίνεται; Ὁρᾷς οὐ κεκρυμμένην, ἀλλ' ἡλίου δίκην ἐκλάμπουσαν τῆς ἐντεῦθεν εὐδοκιμήσεως τὴν ὁδόν; Οὐκοῦν διὰ μὲν ταύτης ἰόντες, καὶ κατ' αὐτὴν, ἵν' οὕτως εἴπωμεν, τῶν ἁγίων τὴν ἁμαξιτὸν ἐρχόμενοι, πρὸς τὴν ἄνω καταντήσομεν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἀποκλίνοντες δὲ πρὸς τὸ ἐναντίον, καὶ τῆς ὀρθῆς τε καὶ εὐθείας ἀποπίπτοντες γνώμης, εἶτα βίου τρίβον τὴν διεστραμμένην ἐλαύνοντες, εἰς πυθμένα καταντήσομεν ᾅδου, καθά φησιν ὁ σοφὸς Παροιμιαστής. Οἶμαι δὲ δεῖν ἀναγκαίως, ἀνθρώπους ὄντας ἡμᾶς λογικοὺς, καὶ πρὸς τὴν ἀκήρατον τοῦ κτίσαντος εἰκόνα πεποιημένους, τοῖς τῆς ἀγάπης ἐξημεροῦσθαι θεσμοῖς, καὶ μιμεῖσθαι μᾶλλον σπουδάζειν τὸν λέγοντα Κύριον· «Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ·» οὐ πρὸς τὴν τῶν ἀτιθάσσων θηρίων ἀγριότητα κατολισθαίνειν, καὶ ἀντὶ τῆς ἀγάπης εἰς μισάλληλον παραθήγεσθαι τρόπον· μᾶλλον δὲ καὶ θηρίων ἀγρίων ἀγριωτέρους, καὶ ζώων ἀλόγων ἀλογωτέρους ὁρᾶσθαι. Θῆρες μὲν γὰρ, καὶ πρὸς τούτοις ἔτι τῶν ἀλόγων ζώων τὰ πολύμορφα γένη, καίτοι λογισμῷ πρὸς ἀρίστην ἕξιν οὐ διοικούμενα, φιλεῖ πως ἀλλήλοις συνδιαιτᾶσθαι, καὶ κοινὰς ἔχειν τὰς διατριβάς. Καὶ βοῦς μὲν ἡδέως βουσὶ, πρόβατα δὲ προβάτοις συννέμεται. Ἤδη δὲ καὶ κύνες οἱ κατὰ πολλῶν ἑτέρων λελυττηκότες πολλάκις, καὶ φύσεως ὥσπερ ἰδίας τὴν μανίαν ἔχοντες πλεονέκτημα, ἀγαπῶντες ἀλλήλους ὡς ὁμογενεῖς, ἐθαυμάσθησαν. Καὶ ἄρκτοι μὲν ἄρκτων, καὶ λεόντων

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
