Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.544
Not analysed yet
φείδονται λέοντες. Ὁ δὲ τούτων ἁπάντων ἡγεμονίαν λαχὼν, ὁ φρονήσει καὶ λογισμῷ πρὸς ἕκαστα πηδαλιουχούμενος ἄνθρωπος, εἰς ἐσχάτην ἀβουλίαν οὐκ αἰσθάνεται πεσών. Ἀνδρείας μὲν γὰρ ὑπόληψιν τὸν ἀνήμερον ἡγεῖται τρόπον· καὶ τὸ πολὺ πρὸς ἀγριότητα βλέπειν, δόξαν ἡγεῖται περιφανῆ· οὐ τὴν κοινὴν αἰδούμενος φύσιν, οὐ τὸν κτίσαντα τιμῶν, οὐχ ἕτερόν τι τῶν, ὅσα συνάγει πρὸς σώφρονα λογισμὸν, ἐννοῶν· ἀλλ' ἐφ' οἷς ἔδει μᾶλλον ἐρυθριῶντα θρηνεῖν, ἐπὶ τούτοις ἀπαιδεύτως μεγαλαυχούμενος, ἵνα δικαίως εἴπῃ μὲν ὁ Παῦλος· «Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν.» Ὁ δέ γε μακάριος προφήτης ἀποθαυμάζων, λέγει· «Οὐχὶ Θεὸς εἷς ἔκτισεν ἡμᾶς; Οὐχὶ Πατὴρ εἷς ἁπάντων ἡμῶν; Τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὑτοῦ;» Πάντες μὲν γὰρ ὅσοι τὸν περίγειον τοῦτον οἰκοῦμεν χῶρον, ἑνὸς ἐκπεφυκότες πατρὸς εὑρισκόμεθα. Εἷς γὰρ ὁ τοῦ γένους ἡμῶν ἀρχηγέτης Ἀδάμ· εἷς δὲ ἡμᾶς ἔκτισε Θεός· οὐχ ἵνα καθ' ἑαυτῶν μεριζώμεθα καὶ διχονοῶμεν, ἀλλ' ἵνα μᾶλλον ὡς ἀπὸ μιᾶς ἀναβλαστήσαντες ῥίζης, καὶ φυσικοῖς τισιν ἀγάπης ὁλκοῖς εἰς φιλαλληλίαν σφιγγόμενοι, τὰς παρὰ φύσιν μανίας παραιτώμεθα, καὶ τὴν ἀδελφοκτόνον ὀργὴν ἔξοικον τῆς ἑαυτῶν διανοίας ποιησώμεθα. βʹ. Καὶ ταῦτά φαμεν ἀρτίως πρὸς ὑμᾶς δὴ μάλιστα τοὺς, ὅσοι τὴν Αἰγυπτίων νέμεσθε χώραν. Ἔδει γὰρ, ἔδει, πατέρας ὄντας πνευματικοὺς, μὴ ἀνουθετήτους ἐᾷν, ἀλλ' ὡς τέκνα χειραγωγεῖν ἐπὶ τὰ συμφέροντα καὶ τὴν σύννομον πολιτείαν. Θρύλλοι τοιγαροῦν ὡς ἡμᾶς ἀφικνοῦνται δεινοὶ, τὰ πάντων αἴσχιστά τε καὶ χαλεπώτατα τολμᾶσθαι παρά τινων παρ' ὑμῖν ἀπαγγέλλοντες. Νεανίαι γὰρ, ὥς φασι, ταῖς τῶν σωμάτων εὐρωστίαις ἐπιθαρσήσαντες, καὶ τὴν ἐκ τῆς νεότητος χρείαν ἐφ' ἃ μὴ προσῆκεν ἀβουλότατα παρατρέποντες, ἀνημέρῳ μὲν ξίφει τὴν δεξιὰν ἐξοπλίζουσι, ῥοπαληφορεῖν δὲ διδάσκουσιν, ἀγριώτερον ἤπερ ὁ τῆς ἐπιχωρίου συνηθείας δίδωσι νόμος, Εἶτα τοῦ σώματος τὴν ἀκμὴν εἰς ἀνόσιον δαπανῶσι σπουδήν. Ἢ γὰρ ὀργῆς ἀφορμὰς κατὰ τῶν ὁμόρων συλλέγουσι, καὶ τοῖς γείτοσιν ἀλογώτερον ἐπιμαίνονται, ἢ χρημάτων ἀλλοτρίων τὴν ἐπιζήμιον ἀγαπῶντες ἄφεσιν, ἑαυτοὺς οὐκ αἰσθάνονται βρόχοις ἀφύκτοις ἐγκατασειροῦντες, θανάτῳ δὲ καὶ κινδύνοις ὑποτιθέντες πικροῖς. Οὕτω γὰρ γέγραπται· «Παρανομίαι ἄνδρα ἀγρεύουσι· σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται.» Ἀλλ', ὦ τεκνία, κατὰ τὸν