# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.545

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.545

Παῦλον· μεγάλῃ γὰρ ἤδη διαμαρτύρομαι τῇ φωνῇ· «Νουθετεῖτε τοὺς ἀτάκτους, παιδαγωγεῖτε» τοὺς ἐξ ἀχαλίνου νεότητος πρὸς ἀβουλίαν ἔτι πλεονεκτουμένους, οἷς καὶ αὐτὸς ἤδη φημί· Καταλήγετε τῶν τοιούτων πλεονεκτημάτων· παύσασθε λυποῦντες καὶ καθ' ἑαυτῶν παροτρύνοντες τὸν ἁπάντων βασιλέα καὶ Κύριον, καὶ τῆς μὲν χειρὸς τὸ μιαιφόνον ἀποτινάξατε ξίφος, τῆς δὲ διανοίας τὴν ἄδικον τῶν ἀλλοτρίων ἐπιθυμίαν ἀποσείσασθε. Ἀνακόψατε τὰς ἐπ' ἀλλήλοις ὁρμάς· συστείλατε τὸν θυμόν· παύσασθε τῶν ἀνοσίων ἐπιχειρημάτων. Μὴ κατ' ἐκεῖνον ὁρᾶσθε τὸν Καῒν, τὸν ἀδελφοκτόνον φημὶ, τὸν ἀνήμερον, τῆς ἐφ' αἵματι δυσσεβείας τὸν διδάσκαλον. Ἀλλ' ἐκείνῳ μὲν ὁ πάντων ἔφη Δημιουργός· «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς.» Διατρέχει δὲ εἰς πάντας τοὺς ὁμοτρόπους ὁ λόγος. Ἀκουέτω γὰρ ἕκαστος τῶν τὰ τοιαῦτα τολμώντων, καὶ νῦν οὐδὲν ἧττον βοῶντος τοῦ Θεοῦ· «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς.» Ἀλλ' ὥσπερ ἐκείνῳ πάλιν ἐλέγετο· «Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς,» οὕτω καὶ ἑκάστῳ τῶν τοιούτων ἐρεῖ πάλιν ὁ τῆς ἀγάπης Θεός. Τί γὰρ τοῦ παρανομοῦντος δειλότερον; ἢ ποῖος αὐτὸν οὐ καταπτοεῖ λόγος; τίνος δὲ οὐ καταφρίττει καὶ μόνον ὁρῶν εἰς ἑαυτὸν τετραμμένον τὸ βλέμμα; Ἔσω γὰρ ἀεὶ καὶ καταπίπτει τὸ συνειδὸς, τοῖς εἰς ἁμαρτίαν ἐλέγχοις ἀπονευρούμενον. «Δίκαιος μὲν γὰρ ὥσπερ λέων πέποιθε,» καὶ πρὸς ἅπασαν ἀγαθοεργίαν ἐλευθέρῳ τῷ συνειδότι μαρτυρούμενος, πάσης αἰτίας καταθρασύνεται. Ψυχῆς δὲ φιλαμαρτήμονος τὸ χεῖρον εἰς ἀνανδρίαν οὐδέν. Οὐκοῦν, ἵνα κατὰ τὸν προφητικὸν εἴπωμεν λόγον· «Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὑτῶν· θρηνήσατε, πάντες οἱ πίνοντες οἶνον εἰς μέθην, ὅτι ἐξῆρται ἐκ στόματος ὑμῶν εὐφροσύνη καὶ χαρά.» Ἢ γὰρ οὐχὶ καὶ δι' αὐτῆς ὁρᾶται τῆς πείρας ἀληθὴς ἐφ' μᾶς ὁ τοιοῦτος λόγος; Ὦ τῆς Αἰγύπτου γηπόνοι, ποῖον ἡμῖν ἐπὶ τοῦ παρόντος διήγημα; ποῖος δὲ λόγος εὐφροσύνην ἔχει καὶ χαράν; Τίς δὲ τῶν παρ' ὑμῖν ἢ μικρὸς ἢ μέγας ὑπὸ τῆς ἀρτίως ἐπενεχθείσης ὀργῆς, εἰς τοῦτο πεσὼν ἀναλγησίας ὁρᾶται, ὡς θρήνου μὲν καὶ ὀδυρμοῦ καταλήγειν ἰσχύσαι, δακρύοις δὲ διάβροχον οὐκ ἐπιδεικνύειν τὴν παρειάν; ὡς εὐκαίρως καὶ νῦν ἐφ' ἡμῖν εἰπεῖν τὸν προφήτην· «Οἱ γεωργοὶ, θρηνεῖτε κτήματα ὑπὲρ πυροῦ καὶ κριθῆς, ὅτι ἀπόλωλε τρυγητὸς ἐξ ἀγροῦ. Ἡ ἄμπελος ἐξηράνθη· καὶ αἱ συκαῖ ὠλιγώθησαν. Ῥοὰ, καὶ φοῖνιξ, καὶ μῆλον, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐξηράνθησαν· ὅτι ᾔσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνθρώπων.» Ὁ μὲν γὰρ ἀγαθὸς τῇ φύσει καὶ φιλοικτίρμων Θεὸς, ἱλαρωτάτῳ κομῶσαν καρπῷ πᾶσαν ἡμῖν ὑπέδειξε τὴν ἄρουραν· καὶ ὑψηλοὶ μὲν ἦσαν οἱ τῶν ἀσταχύων ὀχμοὶ, δαψιλεστάτην τοῖς κεκμηκόσιν ὠδίνοντες τὴν ἐλπίδα, καὶ θυμηδίας ἀνάπλεω τὴν τοῦ γηπονοῦντος ἀποτελοῦντες ψυχήν· ἀλλ' ᾔσχυναν τὴν ἑαυτῶν χαρὰν

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
