# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.548

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.548

οἱ κατοικοῦντες τὴν γῆν· ἐπειδὴ γὰρ εἰς ἀνδροκτασίας ἐτράποντό τινες, καὶ ἀνθρωπίνοις αἵμασι τὴν καρποτόκον ἐμέθυσαν γῆν, ἀνέτειναν δὲ τὸ μισάδελφον ἐπ' ἀλλήλοις ξίφος, καὶ τὸν ἄριστα γηπονοῦντα σίδηρον, διά τε τοῦτο κατὰ τὸ πλεῖστον γεγονότα παρὰ Θεοῦ, τῆς ἐσχάτης ἀπέδειξαν δυσσεβείας ἐργάτην· ὠργίσθη μὲν εὐλόγως ὁ φιλάρετος ἡμῶν Θεός· πυρὶ δὲ τὴν καρποφόρον ἐπεστείρωσε γῆν, καὶ ὥσπερ τινὶ χαλινῷ τὰς προσδοκηθείσας θυμηδίας ἀνακόπτων ἐλπίδας, εἰς λύπην μετέστησε τὴν χαράν. Καὶ τοῦτο ἦν ἄρα τὸ δι' ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον· «Τάδε λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ· Ἐν πάσαις πλατείαις κοπετός· καὶ ἐν πάσαις ὁδοῖς ῥηθήσεται· Οὐαὶ, οὐαί· κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν, καὶ εἰδότας θρῆνον, ἐν πάσαις ὁδοῖς κοπετὸς, διότι διελεύσομαι διὰ μέσου, εἶπε Κύριος.» Ἀλλ' ὅρα μοι πάλιν ὅπως ἀληθὴς ὁ λόγος. Ἦ γὰρ οὐχὶ κοπετοῦ καὶ θρήνων ἀπεράντων ἄξια φήσειε ἄν τις τὰ συμβεβηκότα; Ἰδοὺ τὸ πικρὸν τοῦ λιμοῦ θηρίον ὅλην ἡμῶν καταβόσκεται τὴν χώραν· ἡ δὲ πάσης, ἵν' οὕτως εἴπω, τῆς ὑφ' ἡλίῳ τροφὸς, ἄρτου δεῖται τοῦ παρεμπίπτοντος, καὶ τῆς οὐ σφόδρα πρεπούσης τοῖς ἀνθρώποις τροφῆς, ἵνα καὶ ἐπ' αὐτῇ δικαίως καταθρηνῶν ὁ προφήτης Ἱερεμίας λέγῃ· «Πᾶς ὁ λαὸς αὐτῆς καταστενάζοντες ζητοῦντες ἄρτον.» Καὶ πάλιν· «Ἐκολλήθη ἡ γλῶσσα θηλάζοντος πρὸς τὸν φάρυγγα αὐτοῦ ἐν δίψει. Νήπια ᾔτησαν ἄρτον, καὶ ὁ διακλῶν οὐκ ἦν αὐτοῖς. Οἱ ἔσθοντες τὰς τρυφὰς ἠφανίσθησαν ἐν ταῖς ἐξόδοις.» —»Ἐσπείραμεν γὰρ πολλὰ, καὶ εἰσενέγκαμεν ὀλίγα,» κατὰ τὸ γεγραμμένον, ὅτι παρωργίσαμεν τὸ Πνεῦμα Κυρίου. Μετανοήσωμεν τοίνυν, καὶ τῶν μὲν ἀρχαίων πλημμελημάτων ἀποπαυσώμεθα· προσίωμεν δὲ τῷ φιλοικτίρμονι Θεῷ, δαψιλὲς μὲν βλεφάρων καταχέοντες δάκρυον, λέγοντες δὲ καθ' ἕνα τῶν προφητῶν· «Τίς, Θεὸς, ὥσπερ σύ; ἐξαίρων ἀνομίας, καὶ ὑπερβαίνων ἀδικίας, καὶ οὐ συνέσχες εἰς μαρτύριον ὀργὴν αὑτοῦ, ὅτι θελητὴς ἐλέους ἐστί;» Καὶ πάλιν· «Αἱ ἀνομίαι ἡμῶν ἀντέστησαν ἡμῖν, Κύριε, ποίησον ἡμῖν ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σου· ὅτι σοι ἡμάρτομεν, ὑπομονὴ Ἰσραὴλ, Κύριε· καὶ σώζεις ἐν καιρῷ κακῶν.» Οὕτω γὰρ, οὕτω μεταγινώσκουσι τὴν γλυκεῖαν ἐκείνην χαριεῖται φωνήν· «Ἰδοὺ, ἐγὼ ἐξαποστελῶ ὑμῖν τὸν σῖτον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον, καὶ ἐμπλησθήσεσθε αὐτῶν. Θάρσει, γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι. Θαρσεῖτε, κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκε τὰ παιδία τῆς ἐρήμου. Ὅτι ξύλον ἐξήνεγκε τὸν καρπὸν αὑτοῦ, ἄμπελος, καὶ συκῆ, καὶ ῥοὰ ἔδωκαν τὴν ἰσχὺν αὑτῶν. Καὶ τὰ τέκνα Σιὼν, χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ Κυρίῳ τῷ Θεῷ ὑμῶν, διότι δέδωκεν ὑμῖν βρώματα εἰς δικαιοσύνην, καὶ βρέξει ὑμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον, καθὼς ἔμπροσθεν. Καὶ ἐμπλησθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου. Καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν ὧν κατέφαγεν ἡ ἀκρὶς, καὶ ὁ βροῦχος, καὶ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
