# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.549

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.549

ἡ ἐρυσίβη, καὶ ἡ κάμπη. Καὶ φάγεσθε, καὶ ἐμπλησθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν, ἃ ἐποίησε μεθ' ὑμῶν θαυμάσια.» Μὴ γὰρ ἐνδοιάσῃς, ἄνθρωπε, μηδὲ λογίζου κατὰ σαυτὸν, ὡς εἴπερ αὐτῷ προσίοις μετανοῶν, οὐκ ἐπιδώσει προχείρως τὸν ἔλεον. Ἔχεις καὶ νῦν οὐκ εὐκαταφρόνητον ἀῤῥαβῶνα τῆς κατ' εὐχὴν ἐλπίδος, ἔχεις ἤδη τῆς φιλανθρωπίας ἐνέχειρον· ἰδοὺ ποταμίοις νάμασιν ὅλην ἐπέκλυσε τὴν γῆν, ἰδοὺ τῆς συνήθους χορηγίας δαψιλεστέραν ἀπόλαυσιν ἁμαρτάνουσιν ἔτι χαρίζεται. Οὔπω τὸ σὸν ἐφάνη δάκρυον, καὶ φιλοικτίρμων ἔτι δέδεικται Θεός. Ὁ δὲ οὔπω δακρύοντας ἐλεεῖν οὐ παραιτούμενος, πῶς οὐκ εὐφρανεῖ μετανοοῦντας εὐκόλως; Οὐκοῦν ἀκουέτωσαν οἱ παρ' ὑμῖν Πατέρες, οἱ τῶν ἁγίων θυσιαστηρίων πατέρες, ρεται καὶ λειτουργοί. «Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάσατε νηστείαν, καὶ κηρύξατε θεραπείαν, συναγάγετε λαὸν, ἁγιάσατε Ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους· συναγάγετε νήπια θηλάζοντα μαστούς. Ἐξελθέτω νυμφίος ἐκ τοῦ νυμφῶνος αὑτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. Ἀναμέσον τῆς κρηπίδος τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες τῷ Κυρίῳ, καὶ ἐροῦσι· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;» Οὕτως ἡμᾶς προσιόντας ἀμελητὶ, προσδέξεται, καὶ κατελεήσει λέγων· «Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξαλείφων ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσομαι.» Ἔσται γὰρ κατά τινα τρόπον ἀπηνὴς εἰς ἡμᾶς, «ὅς γε,» κατὰ τὸν Παῦλον,» τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν;» Ἐπειδὴ γὰρ ἐν ταῖς τοιαύταις πλημμελείαις οἱ παλαιότεροι ἦσαν, κατεκράτει μὲν, ἵν' οὕτως εἴπω, ὁ διάβολος τῆς ὑφ' ἡλίῳ. Ἐβασίλευε δὲ οὕτως ἐφ' ἡμᾶς ἡ ἁμαρτία, καὶ ὁλοκλήρῳ τῷ γένει διελυμαίνετο, ὡς ὁρᾶσθαι μὲν οὐδαμοῦ τὸν ποιοῦντα χρηστότητα· μᾶλλον δὲ ὅλως «οὐκ εἶναι, καθά φησιν ὁ Ψαλμῳδὸς, ἕως ἑνός. Πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν,» ἀναγκαίως ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων, καθὼς γέγραπται· «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» Καὶ δι' ἡμᾶς ἐν τοῖς καθ' ἡμᾶς ἐλογίσθη, γεννηθεὶς ἐκ γυναικὸς, καὶ ἄνθρωπος ὄντως πεφηνὼς ἐπὶ τῆς γῆς, ἵνα, καθάπερ ὁ Παῦλός φησι, ἐλεήμων γένηται, καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν· ἵνα τὰς ἁπάντων ἡμῶν ἁμαρτίας, καθὼς γέγραπται πάλιν, ἐνεγκὼν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἐξαλείψῃ τὸ καθ' ἡμῶν χειρόγραφον· ἵνα τῆς ἡμετέρας σαρκὸς τὰς ἀσθενείας οἰκειωσάμενος, ἀπονεκρώσῃ μὲν τὴν ἐν τοῖς μέλεσιν ἡμῶν τυραννήσασαν ἡδονήν· ὥσπερ δὲ μαινομένῃ θαλάσσῃ τοῖς ἐν ἡμῖν πάθεσιν εἴπῃ· «Σιώπα, πεφίμωσο·» καὶ πάντα μεταρυθμίσας τὰ ἐν ἡμῖν εἰς ἀμείνονα τάξιν καὶ ἑδραιότητα· τὴν ἀρετὴν δὲ ὅλην ἀναμορ-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
