Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.552
Not analysed yet
φώσῃ τὴν φύσιν, ὡς καὶ πρὸς τὴν ἀρχέτυπον εἰκόνα, καθ' ἣν καὶ πεποίηται. Καὶ οὐ μέχρι τούτων τῶν εἰς ἡμᾶς ἀγαθῶν διὰ τῆς ἐνανθρωπήσεως τὴν χορηγίαν ἔστησεν ὁ Μονογενής. Ζωὴ γὰρ κατὰ φύσιν ὑπάρχων, ὥσπερ οὖν ἐστι καὶ ὁ γεννήσας αὐτὸν, θανάτου κρείττονα τὴν, ἐν ᾗ κατῴκηκεν, ἀπέδειξε σάρκα. Ἰουδαῖοι μὲν γὰρ οἱ τάλανες, καὶ δυσσεβείας ἁπάσης ἀνάπλεῳ, σταυρῷ μὲν αὐτὸν καὶ θανάτῳ παραδεδώκασι, ταῖς τοῦ διαβόλου στρατηγίαις κατὰ πάντα πειθόμενοι. Ἀλλ' ἐνίκησε παθὼν, καὶ σωτηρίας ἡμῖν ὑπόθεσιν τὸν τῆς ἰδίας σαρκὸς ἀνέδειξε θάνατον. Ὅλον γὰρ εὐθὺς σκυλεύσας τὸν ᾅδην, καὶ τὰς ἀφύκτους τοῖς τῶν κεκοιμημένων πνεύμασιν ἀναπετάσας πύλας, ἔρημόν τε καὶ μόνον ἀφεὶς ἐκεῖσε τὸν διάβολον, «ἀνέστη τριήμερος, λύσας τὰς ὠδῖνας τοῦ θανάτου,» καθὼς γέγραπται, «καθότι οὐκ ἦν δυνατὸν ἀραρέσθαι αὐτὸν ὑπ' αὐτοῦ·» καινοτομήσας δὲ τῇ ἀνθρωπείᾳ φύσει τῆς ἐκ νεκρῶν ἀναστάσεως τὴν ὁδὸν, εἰς αὐτὸν ἀνέβη τὸν οὐρανὸν, «νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν,» κατὰ τὴν τοῦ Παύλου φωνήν· ἵνα καὶ τὰ λαμπρὰ τῶν ἀγγέλων ἐνδιαιτήματα βάσιμα τοῖς ἐπὶ γῆς ἀποδείξῃ. Αὐτὸς γάρ «ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἒν,» καὶ ἀνθρώπους μὲν ἀγγέλοις εἰς φιλίαν συνάψας, τὴν δὲ παρὰ τῶν ἀγγέλων ἀγάπησιν εἰς ἡμᾶς καταγαγὼν, ἵνα τοίνυν συμβασιλεύσωμεν τῷ Χριστῷ, ἵνα μερισταὶ καὶ κοινωνοὶ τῆς ἀθανάτου δόξης εὑρισκώμεθα, πάντα μὲν ὄκνον ἀποπεμψάμενοι, καὶ τὴν ἐπ' ἀγαθοῖς ῥᾳθυμίαν, ὥσπερ ἔξω τῆς ἑαυτῶν διανοίας ποιούμενοι, ἥδιστα δὲ λίαν τοῖς ὑπὲρ ἀρετῆς ὁμιλοῦντες ἱδρῶσιν. «Ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας·» μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις σχολάζωμεν, ἀλλ' ἐνδυσώμεθα τὸν Κύριον Ἰησοῦν, ἀναλάβωμεν σπλάγχνα καὶ οἰκτιρμοὺς, τὴν εἰς ἀλλήλους ἀγάπην ἐπιτηδεύσωμεν· τὴν πραότητα, τὴν ταπεινοφροσύνην, τὴν ἐγκράτειαν, τὸν περὶ πένητας ἕλεον· καὶ ἁπαξαπλῶς εἰπεῖν, τῆς εἰς Θεὸν ἐξουσίας ἀπρὶξ ἐχόμενοι, καὶ πᾶσαν μελετῶντες εὐλάβειαν. Οὕτω γὰρ, οὕτω, καθαρῷ συνειδότι, καὶ μετὰ φρονήματος ἱλαροῦ τὴν πάναγνον ἐπιτελέσωμεν ἑορτὴν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ τρίτης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ὀγδόης καὶ εἰκάδος τοῦ Φαμενὼθ μηνὸς, περιλύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ τοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ Σαββάτου, κατὰ τὰς ἀποστολικὰς παραδόσεις· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ τετάρτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Τεσσαρακοστῆς. Οὕτω γὰρ καὶ βασιλείαν οὐρανῶν κληρονομήσομεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.