# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.553

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.553

ΛΟΓΟΣ Ηʹ. αʹ. «Σαλπίσατε σάλπιγγι ἐν Σιὼν,» νόμος πού φησιν ἱερὸς, τὸν ἐτήσιον τῆς Ἐκκλησίας λόγον ἐπὶ τὰ συνήθη διανιστὰς σπουδάσματα, καὶ τοῖς ἄριστα βιοῦν ᾑρημένοις τὰ τῶν θείων ἀγώνων ψηφηφορεῖν ἀναγκάζων συνθήματα. Ἰδοὺ γὰρ, ἰδοὺ καὶ εἰσαῦθις ἡμῖν καθάπερ ἔκ τινος κύκλου, καὶ περιστροφῆς τῆς ἁγίας ἡμῶν ἑορτῆς ἀνίσχει καιρὸς, προελαυνούσης δηλονότι νηστείας, καὶ τοῦ τῆς καρτερίας ἀγῶνος ἑωσφόρου τάξει προανατέλλοντος. Ὁ μὲν γὰρ τοῖς ἔχουσι φιλεργὸν τὴν διάνοιαν, μονονουχὶ καὶ φωνὴν ἀφιεὶς, τὰς ἡλίου κατασημαίνει βολὰς, καὶ, ἵν' οὕτως εἴπω, θυρῶν εἴσω βεβηκὼς, τῆς ἡμέρας ἐπιδεικνύων τὸ φῶς, ἀποθέσθαι μὲν ὀμμάτων τὸν ὕπνον, παραιτεῖσθαι δὲ δρᾷν τὰ νυκτὶ πρέποντα συμβουλεύει λοιπόν· ἡ δὲ πάναγνος αὕτη καὶ καθαρωτάτη νηστεία, τῆς ἁγίας ἡμῶν ἑορτῆς προαναπηδῶσα καὶ ἀναλάμπουσα, πρὸς ὑπόμνησιν ἄγει τῶν φιλαρέτων τὸν νοῦν, τῶν διὰ τοῦ Παύλου διηγγελμένων πνευματικῶς· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ἔργα τοῦ φωτὸς, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν. Μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ· ἀλλ' ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν·» τὸ λαμπρὸν ὄντως τῶν εὐσεβούντων ἄμφιον. Τοὺς μὲν οὖν ἐν ἡδονῇ θεμένους τὸ πλεῖν, καὶ ναυτίλλεσθαι φιλεῖν ἑλομένους αὖραι κατὰ πρύμνης ἰοῦσαι λεπταὶ, τῶν μὲν λιμένων ἀπαίρειν ὡς τάχος, ἀπολύειν δὲ τῆς ἠπείρου τὰ πείσματα δεδιότας οὐδὲν, ἀναπείθουσιν. Ἀλλὰ καὶ περκάζων ἐν ὄρχοις ὁ βότρυς, καὶ ῥαγάδα δεικνὺς σχιζομένην ἤδη καὶ μεθύουσαν, ᾆσμα καὶ μέλος καλεῖ πως τὸ ἐπιλήνιον. Ἀναφρίττων δὲ τῆς ἀρούρας ὁ στάχυς, καὶ χρυσῇ μὲν ἤδη καλάμῃ λαμπρὸς, εὐτραφῇ δὲ τῷ κόσμῳ καταβριθόμενος ἐπασχάλλει τάχα τῷ τοῦ κείροντος μελλησμῷ. Καιρὸς γὰρ, οἶμαι, πᾶσι προσφιλὴς, εἰς ἕκαστα τῶν χρησίμων ἐπιτήδειος. Τούτων δὲ τῇδε διεγνωσμένων, πῶς οὐ λίαν αἰσχρὸν, καὶ τῆς ἁπάσης βδελυρίας ἄξιον, λογισμοῦ μὲν ἡμᾶς διαμαρτάνειν τοῦ πρέποντος, γέλωτα δὲ ὀφλεῖν παρὰ Θεῷ; καὶ σφόδρα εἰκότως, εἰ μὴ παρόντος ἤδη προθύμως ἐπιδραττόμεθα τοῦ καιροῦ, καθ' ὃν ἂν γένοιτο καὶ τὸ δύνασθαι διαπρέπειν ἐν ἀρεταῖς, τοῖς ἐπ' αὐτὰς ἰοῦσιν ἱππήλατον· ἀναδυόμενοι γὰρ, καὶ ἀποῤῥιπτοῦντες ἀεὶ τὸ θηρᾷν ἐπείγεσθαι τὰ βελτίω, καὶ τὴν τῶν ἀγαθῶν ζημίαν ἀσυνέτως ἑαυτοῖς ἐπαντλήσαντες, ἀκουσόμεθα δικαίως τὸ τῆς ῥᾳθυμίας πρέπον· «Πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται.» Ἀεὶ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
