Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.556
Not analysed yet
μὲν οὖν τὸ ἀγαθουργεῖν, καὶ τρόποις τοῖς ἀρίστοις ἐπισεμνύνεσθαι, φαίην ἂν ἔγωγε τοῖς εὐσεβέσιν ὅτι μάλιστα πρεπωδέστατον· τὸ γὰρ, οἶμαι, καταλήγειν τῆς δικαιοσύνης, ἀρχὴν ἂν ἔχοι φαυλότητος. Ἀλλὰ τῆς συνήθους ἐπιεικείας ἐπιδοῦναί τι καὶ πλέον οὐκ ἀπεικὸς τῷ παρόντι καιρῷ, καθάπερ ἐν ὀφλήματος τάξει τὴν ἐν τούτοις ἡμᾶς φιλοτιμίαν καταθέσθαι κελεύοντι. Ὅνπερ γὰρ τρόπον τοῖς τὴν τοῦ σώματος εὐρωστίαν τετιμηκόσι, καὶ τὸ παρὰ τοῖς παιδοτρίβαις εὐδοκιμεῖν τῶν ἄλλων πάντων τεθεικόσιν ἐν ἀμείνονι, ἀεὶ μὲν γυμνάζεσθαι πρέπει, καὶ διὰ τῆς ἐν παλαίστραις ἰέναι τέχνης, οὐκ ἀσυντελὲς εἰς τὴν χρείαν. Ἐὰν δὲ πρὸς ἐπίδειξιν αὐτοὺς τῆς ἐνούσης ἀνδρείας ἀθλοθέτης καλῇ, τότε δὴ μάλιστα χρῆναι διενθυμούμενοι τῆς οὕτω μακρᾶς ἐπιεικείας οὐκ ἀθαύμαστον ἀποδοῦναι καρπὸν, ὅλῳ βαδίζουσι σθένει πρὸς τὸ θέλειν ὁρᾶσθαι διαπρεπέστεροι. Οὕτως οἶμαι δὴ πάλιν καὶ τοὺς, οἷς θεῖος πρόκειται νόμος ὡς ἐν ἀγῶνος τάξει καὶ γυμνάσματος, εὐσεβεῖν μὲν χρῆναι διὰ παντὸς, καὶ τὸ τῷ νομοθέτῃ δοκοῦν ποιεῖσθαι περὶ πολλοῦ· καιροῦ δὲ τοῦ τῆς νηστείας εἰς λαμπροτέραν καλοῦντος ἐπίδειξιν, ὄκνον μὲν ἀποῤῥίπτειν τὸν τῆς ἀνανδρίας γεννήτορα, φρόνημα δὲ μᾶλλον ἐπασκεῖν, καὶ τεθριμμένης αὐτῆς εὐτολμίας τὸ νεανικώτερον. Ἄγε δὴ οὖν πάλιν περιζωσάμενοι τὴν ἐπ' ἀγαθοῖς προθυμίαν, καὶ τὸ ὠφελεῖν πεφυκὸς τὸν ἐκ βδελυρᾶς ἡδονῆς γοητευμάτων πράττοντες, ἐφέσει τε τῇ πρὸς τὸ χρήσιμον τὸ τοῖς ἀδικοῦσι προσομιλεῖν σωφρόνως εὖ μάλα παρωθούμενοι, γνησίους ἑαυτοὺς προσκυνητὰς παραστήσωμεν τῷ Χριστῷ, ἄθραυστον μὲν καὶ ἀπαραποίητον τὴν εἰς αὐτὸν τηρήσαντες πίστιν, ἀκλινῆ δὲ καὶ ἀπαράφορον τὴν ὁμολογίαν φυλάξαντες, ἣν ὡμολογήκαμεν ἐπὶ πολλῶν μαρτύρων, τῶν ἁγίων ἀγγέλων φημί. Πολλοὶ γὰρ τῆς εὐσεβείας τὴν μόρφωσιν, καθάπερ τι προσωπεῖον ἑαυτοῖς περιπλάττοντες, «τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι,» κατὰ τὴν τοῦ Παύλου φωνὴν, τὸν τῶν ἀπλουστέρων ληίζονται νοῦν, ἀπατηλοῖς παρασύροντες λόγοις, καὶ συνολισθαίνειν αὐτοῖς ἀναπείθοντες εἰς παγίδα θανάτου, καὶ εἰς πέταυρον ᾅδου, κατὰ τὸ γεγραμμένον. Οὐ γὰρ ἐκεῖνα χρῆναι προσλαλεῖν τοῖς προσιοῦσιν αὐτοῖς ἐγνώκασιν, ἃ καὶ τοῖς ἱεροῖς συνδοκεῖ Γράμμασιν, ἀλλ' ὅσα καθ' ἑαυτὸν ὁ ἀδόκιμος αὐτῶν φαντάζεται νοῦς, ταῦτα ἀναπείθουσι φρονεῖν, μὴ εἰδότες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. «Σὺ δὲ μένε ἐν οἷς ἔμαθες, καθάπερ ὁ Παῦλός φησι, ματαίας μὲν λογομαχίας ἀποφοιτῶν,» τὰ δὲ γραώδη τῶν αἱρετικῶν διαπτύων ῥημάτια, καὶ τοὺς μὲν εἰκαίους ἐκτρεπόμενος μύθους, ἔχων δὲ τὴν πίστιν ἐν ἁπλοῖς λογισμοῖς, καὶ τῆς Ἐκκλησίας τὴν παράδοσιν καθάπερ τι κειμήλιον ἐν τοῖς τῆς καρδίας ταμιείοις ἐντιθεὶς, ἔχου τῶν ἀρεσκόντων τῷ Θεῷ διδαγμάτων· ἵνα μὴ μόνον ἐν πίστει λαμπρὸς, ἀλλ'