Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.560
Not analysed yet
ζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.» Ὁρᾷς ὅσην ἡμῖν ἀγαθῶν ὠδίνει πληθὺν τῆς ἀγάπης ἡ δύναμις; «Ἡ ἀγάπη, φησὶ, μακροθυμεῖ,» τουτέστιν, ἐπὶ ταῖς τοῦ γείτονος ὀλιγοψυχίαις οὐκ ἀσθενεῖ· ὁ γὰρ ὅλως μακροθυμῶν, πάντως δή που καὶ ἐπί τισι τοῖς ἀτόποις εἰς αὐτὸν πεπραγμένοις ὑπό του μακροθυμεῖ, καί τι τῶν ἀνιᾷν εἰωθότων καταγωνίζεται. Παροξύνοντι δὲ τῷ θυμῷ πρὸς τὴν τῶν ἴσων ἀντίδοσιν, σωφρονῶν οὐ πείθεται. Χρῆμα μὲν γὰρ ὄντως ἡ ἀδικία φορτικὸν, ἱκανὸν εἰς ὀργὰς ἀνακαῦσαι δεινάς· καὶ τὸ προπαθεῖν ὑπό του τυχὸν, καίτοι κατὰ φύσιν ὄντι πονηρῷ, καὶ συνεξοπλίζεται, καὶ συνηγορεῖ τῷ θυμῷ· δόξῃ γὰρ ἄν πως ἀδικεῖν ἀντεξάγειν ἀναπείθων, καὶ ἐπείγεσθαι ἀντιπλήττειν τὸν λελυπηκότα. Ἀλλ' οἱ λογισμῷ νεανικῷ πρὸς τὸν τῆς ἀγάπης ὁρῶντες νόμον, καὶ μακροθυμεῖν αὐτοῖς ὅτι πρέποι διενθυμούμενοι, ἀναζέουσαν μὲν τὴν ὀργὴν, καὶ ὥσπερ τινὰ πῶλον ἀτάκτοις ἀναπηδῶντα σκιρτήμασι, καθάπερ τισὶν ἡνίαις ταῖς ἀνεξικακίαις, ὀπίσω πάλιν ἀνασειράζουσιν· ἀμείνους δὲ τῶν λελυπηκότων καὶ μετὰ τοῦτο φαινόμενοι, τὴν ἐφ' ἅπασι τοῖς ἀγαθοῖς ἀποκερδανοῦσι ψῆφον. Ὃ δὲ δὴ κάλλιστόν ἐστι τῆς ἀγάπης, μικροῦ παριππεῦσαν ᾤχετο. Τί γὰρ δὴ πάλιν περὶ αὐτῆς πού φησι τῆς ἀρετῆς ὁ συνήγορος, τί δὲ πρὸς τοῦτο κατορθοῦν ἕτερον τῶν ἀξιαγάστων διεκελεύετο, διεξίωμεν πάλιν. «Ἡ ἀγάπη, φησὶ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται.» Ὁ μὲν οὖν ἀκριβής τε καὶ νομικώτερος ἐν τούτοις λόγος, ἐκεῖνον ἂν ἐπιδείξειεν οὐ ζητοῦντα τὰ ἑαυτοῦ, τὸν ἐν τῷ μηδενὶ τὰ οἰκεῖα πεποιημένον, ἔστ' ἂν αὐτῷ τὸ τῶν πολλῶν ἐξανύηται χρήσιμον. Οἷον τί φημι· δότε γὰρ ἐξελθεῖν καὶ διὰ παραδειγμάτων τὸν λόγον· Ἐπέταττον ποτὲ τῶν Ἰουδαϊκῶν ταγμάτων οἱ καθηγούμενοι τοῖς ἁγίοις ἀποστόλοις μηδενὶ προσλαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ· οἱ δὲ, φροντίσαντες τῶν ἐκεῖνα ληρούντων οὐδὲν, καίτοι κινδύνων ἐπηρτημένων αὐτοῖς τῶν ἐσχάτων, πάλιν τοῖς ὄχλοις περιτυχόντες ἐδίδασκον, ἐπαμύνειν μὲν ὅτι πρέποι τοῖς πλανωμένοις διεγνωκότες ὀρθῶς, παντελῶς δὲ τῆς ἐντεῦθεν ἀλογοῦντες ἐπιβουλῆς. Οὐ γὰρ ἐζήτουν τὰ ἑαυτῶν, ἀλλὰ τὰ ἑτέρων, τὸν θεοφιλῆ τῆς ἀγάπης οὐκ ἐκβαίνοντες ὅρον. Ἀλλ' εἰ καί τινα τοιαύτην θεωρίαν ἡμᾶς ἐξαιτεῖ τὸ προκείμενον, ἀλλ' εἰς τὸ τοῖς ἁπλούστερον εἰωθόσι νοεῖν, φέρε δὴ πάλιν αὐτῷ περιτρέποντες, τοῖς τοῦ Σωτῆρος ἐφαρμόσωμεν λόγοις. Εἰς ἀκροτάτην τοιγαροῦν ἀναφέρων ἡμᾶς ἡμερότητα, καὶ φιλαδελφίαν, καὶ τὸ δύσερι καὶ φιλόνεικον, καὶ τὴν τῶν οὐδὲν ἡμῖν προσηκόντων ἐπιθυμίαν, ἀκάνθης δίκην τῆς ἡμετέρας ἀποκείρων ψυχῆς, «Παντὶ, φησὶ, τῷ αἰτοῦντί σοι δίδου· καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.» Ἀκούεις ὅπως ἀποφρίττειν κελεύει τὸ ἀλλότριον; Οὐδ' ἂν ἀφέληταί τις ἡμᾶς τὶ δικαίων, ἀντιστῆναι βούλεται· ἀμείνους δὲ μᾶλλον ὁρᾶσθαι καὶ τῶν ἐκ ζημίας ἐρεθισμῶν, ἤγουν τοῖς