Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.564
Not analysed yet
χένα, καὶ ἀνταπαίτει τὴν τιμὴν, καὶ τὴν ἐφ' ἅπασι τοῖς ἀναγκαίοις πλουσίαν ἐπίδοσιν, ἢ τῆς ζεύγλης οὐκ ἀνεχόμενος, καὶ καρτέρει κολαζόμενος. Εἰ γὰρ χρή τι πρὸς τούτοις εἰπεῖν, τὸ μεθύειν ἐν ἀγαθοῖς καὶ περιχεῖσθαι τοῖς κατ' εὐχήν, ἐσθ' ὅτε τῆς τοσαύτης σοι γέγονεν ἀσεβείας πρόξενον. Τοιοῦτον γάρ τί φησι καὶ ὁ πάντων Δεσπότης Θεός· «Καὶ ἐνεπλήσθησαν εἰς πλησμονὴν, καὶ ὑψώθησαν αἱ καρδίαι αὐτῶν. Ἔνεκεν τούτου ἐπελάθοντό μου.» Καὶ γὰρ δὴ καὶ ὄντως δεινὴ μὲν ἡ πρὸς ὄλισθον τρυφή· ἱκανὴ δὲ πρὸς τύφον ἐνεγκεῖν τὸν τῆς ἀπονοίας γεννήτορα. Πικρὸν δὲ ἀπονοίας ἔγγονον ἡ τοῦ Θεοῦ καταφρόνησις· καταφρονήσεως δὲ τῆς ἐν τούτῳ καρπὸς, πᾶν εἶδος πλημμελημάτων. Τοιγαροῦν ὅταν σε τοῦτο παθόντα βλέπομεν, καταθρηνήσομεν εἰκότως, καὶ προφητικὴν ἐροῦμεν φωνὴν, τοῖς σοῖς ἀνοσιουργήμασι φιλαλλήλως ἐπιστυγνάζοντες· «Οἵμοι, ψυχὴ, ὅτι ἀπολώλεκεν εὐλαβὴς ὁ ἀπὸ τῆς γῆς καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Πάντες ἐν αἵματι δικάζονται· ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν, ἐκθλιβῇ ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἀνέχουσιν.» Ἐπὶ τούτοις ἡμῶν τοῖς πλημμελήμασιν ἀγανακτεῖ μὲν εἰκότως, ἐπασχάλλει δὲ, ὡς ὁρᾶται, Θεός. Ἰδοὺ γὰρ, ἰδοὺ τὸ διὰ τῶν προφητῶν εἰρημένον, εἰς πέρας ἡμῖν οὐχ ἅπαξ, ἀλλ' ἤδη πολλάκις, ἐκβέβηκε· «Τάξατε γὰρ δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν, λέγει Κύριος παντοκράτωρ. Ἐσπείρατε πολλὰ, καὶ εἰσηνέγκατε ὀλίγα. Ἐφάγετε, καὶ οὐκ εἰς πλησμονήν· ἐπίνετε, καὶ οὐκ εἰς μέθην· περιεβάλεσθε, καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς. Καὶ ὁ τοὺς μισθοὺς συνάγων, συνήγαγεν εἰς δεσμὸν τετρυπημένον.» Ἀλλὰ καὶ πρὸς τούτοις ἔτι φησίν· «Ἐπεβλέψατε εἰς πολλὰ, καὶ ἐγένοντο ὀλίγα. Καὶ εἰσηνέχθη εἰς τὸν οἶκον, καὶ ἐξεφύσησα αὐτὰ, λέγει Κύριος παντοκράτωρ.» Ἴδωμεν γὰρ εἰ μὴ ταῦτα συμβέβηκεν ἀληθῶς. Ἐπιδεικνύτω τις τὸν χαίροντα παρελθὼν, καὶ νενίκημαι, ὀφθαλμὸν ζητείτω τὸν ἀδάκρυτον, κἂν εὕρῃ, πεπαύσομαι. Φιλονεικεῖτε πρὸς τὸ παρὸν, οἱ τῶν Αἰγυπτίων οἰκοῦντες γηπόνοι, ἐπὶ μόνῳ τῷ παθεῖν θάτερος θατέρου τὰ χαλεπώτερα, καὶ ὁ νικῶν ἐν ὑμῖν τῶν ἡττᾶσθαι δοκούντων ἀθλιώτερος. Νικᾷ γὰρ ἐφ' οἷς ἀλγύνεται, καὶ τῶν τοῦ γείτονος πόνων πλουσιωτέραν ἔχει τὴν συμφοράν. Τὰ δὲ οἷς ἦν ἔθος ὑμῖν ἐπαυχεῖν, μακροῖς ἤδη χρόνοις ἀποδημεῖ. Ἢ γὰρ οὐχὶ ταλαιπωρίας ἡμῖν ἁπάσης ἀνάμεστα καὶ δακρύων τὰ διηγήματα; Τί δὲ, εἰπέ μοι, τὰς κώμας ἔν τισιν ὁρῶμεν κειμένας; Ἡ μὲν γῆ αὐτῶν τὰς ἀπὸ χαλάζης ἐνεγκοῦσα πληγὰς, λιμῷ καὶ θρήνῳ μαραίνεται, οὐδαμόθεν παντελῶς, κἂν γοῦν εἰς τὰ μέτρια λυπεῖσθαι, βοηθουμένη. Ἡβηκὼς μὲν γὰρ ἤδη καὶ ὑπερτενὴς ὁ στάχυς, Θεριζέτω τις ἤδη μονονουχὶ καὶ ἐφθέγγετο, καὶ ὁ μὲν ἀρόσας τὴν γῆν, ἐφέστιον ἤδη τὸν ἀμητῆρα λαβὼν, ζωννυμένῳ πρὸς ἔργον ἐτέρπετο, τάχα δὲ καὶ οὐκ ἀρκέσειν αὐτῷ τὴν ἅλω