Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.568
Not analysed yet
Πατρός μου· διὰ ποίων αὐτῶν ἔργων λιθάζετέ με;» παραληροῦντες ἔφασκον· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Εἶτα, τί πρὸς αὐτοὺς ὁ Σωτήρ; «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι, εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Οὐ γὰρ ἐξ ὧν ὡς ἄνθρωπος τοῖς ὁρῶσιν ἐφαίνετο, δοκιμάζεσθαι τὰ καθ' ἑαυτὸν ἠξίου, ἀλλ' ἐξ ὧν ὁ Θεὸς εἰργάζετο, οὐκ ἐπακτὸν ἔχων τὸ τῆς θεότητος ἀξίωμα, καθάπερ ἡμεῖς, ὅταν ἡμᾶς λέγῃ ἡ θεία Γραφὴ θεούς· οὐσιωδῶς δὲ μᾶλλον ἐνυπάρχων αὐτῷ, ἅ τε δὴ καὶ ὄντι κατὰ φύσιν Θεῷ, καὶ τῆς τοῦ γεννήσαντος ἰδιότητος κληρονόμῳ. Ἔχει δὲ καὶ τὸ πάντα δύνασθαι δρᾷν, οὐ παρ' ἑτέρου λαβὼν, ἀλλ' ὡς τῶν δυνάμεων Κύριος, καὶ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. Εἰ γὰρ καὶ γέγονεν ἄνθρωπος, διὰ τὴν ἀγάπην τὴν εἰς ἡμᾶς, ἀλλ' οὐκ ἀγνοήσωμεν διὰ τοῦτο τῶν ἁπάντων Κύριον, οὐδὲ τὸ κατὰ φύσιν εἶναι Θεὸν τὸν Ἐμμανουὴλ ἐκπέμψομεν, ἀλλ' οὐδὲ τοῖς Ἰουδαίοις τὰ ἴσα φρονοῦντες ἐγκαλέσομεν αὐτῷ τὴν δι' ἡμᾶς ἀνθρωπότητα· οὐδὲ ἐροῦμεν, ἀνοσίως ἀπαιτιώμενοι τὸν δι' ἡμᾶς γεγονότα καθ' ἡμᾶς χωρὶς ἁμαρτίας· Οὐκ ἄν σε προσκυνήσομεν, ἐπείπερ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν. Ἦν γὰρ, καὶ ἔστι, καὶ ἔσται Θεὸς κατὰ φύσιν, καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκός. Ἐπιμαρτυρήσει δὲ καὶ ὁ Παῦλος γράφων· «Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Ὁρᾷς πῶς οὐκ εἰς Υἱῶν δυάδα κατατεμὼν εὑρίσκεται τὸν Ἐμμανουὴλ, οὐδὲ γυμνῷ καθ' ἑαυτὸν ὄντι τυχὸν, τῷ ἐκ Θεοῦ καὶ Πατρὸς ἀπαστράψαντι Λόγῳ, τὸ ὡσαύτως ἔχειν διαπαντὸς ἀπονέμει· ἀλλ' Υἱὸν ἔνα καὶ μόνον κατὰ φύσιν εἰδὼς τὸν ἐνανθρωπήσαντα, καὶ Χριστὸν ὀνομάζει, καὶ Ἰησοῦν. Πότε γὰρ ἂν ἐπιδείξειέ τις Ἰησοῦν ἢ Χριστὸν ὀνομασθέντα τὸν Λόγον, εἰ μὴ ὅτι γέγονεν ἄνθρωπος; Ἰησοῦς μὲν γὰρ παρὰ τὸ σώζειν τὸν λαὸν, Χριστὸς δὲ πάλιν διὰ τὸ κεχρῖσθαι δι' ἡμᾶς. Οὐκοῦν οὐ γυμνὸν ἔτι πρὸ τῆς ἐνανθρωπήσεως, τὸν ἐκ Θεοῦ Πατρὸς ὄντα Λόγον, ἀλλ' ἐν σαρκὶ γεγονότα, καὶ Ἰησοῦν καὶ Χριστὸν ἀποκαλεῖ, περὶ αὐτοῦ τέ φησιν ἐνδοιασμοῦ τινος δίχα, ὡς, «Ἦν χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» εʹ. Ἀλλ' ἴσως ἀναφανεῖταί τις τῶν ἑτεροδοξεῖν εἰωθότων, καὶ τῆς ἐνούσης αὐτῷ δυσσεβείας τὸν ἰὸν ἐρευγόμενος, Οὐκ ἐν ἐσχάτοις, εἰπέ μοι, καιροῖς ἐγενήθη Χριστὸς, ὦ οὗτος; ἀνακεκράξεται. Πῶς οὖν ἦν διαπαντὸς, καὶ πρὶν γεννηθῇ; Πρὸς δὴ τὰ τοιαῦτα καὶ ἡμεῖς τοὺς περὶ τῆς ἀληθείας ἀντεξάγοντες τοὺς λόγους, Συναγορεύσεις τοῖς παρ' ἡμῶν, ἄνθρωπε, τοῦτο λέγων, ἀναβοήσομεν. Πῶς γὰρ ἂν ὁ Πνευματοφόρος, καὶ τῶν τοῦ Σωτῆρος μυστηρίων ταμίας, τὰ τοῦ ζῶντός τε καὶ ὄντος ἀεὶ Λόγου, τῷ ἐν τελευταίοις