# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.573

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.573

ἐκ τῶν νεκρῶν εἶναί φησι. Καίτοι καθὸ πέφηνεν ἄνθρωπος ἐν ὑστέροις τοῦ αἰῶνος, πῶς ἂν εἴη πρὸ πάντων; φορέσει δὲ πῶς τοῦ δημιουργοῦ τὸ ἀξίωμα; ἢ κατὰ τίνα τρόπον εἰκὼν ἔσται τοῦ ἀοράτου Θεοῦ; Ἀνθρώπῳ δὲ πάλιν οὔπω γεγενημένῳ, κατὰ τίνα προσέσται λόγον τὸ, πάσης κτίσεως εἶναι πρωτότοκον, καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν; Ὅνπερ γὰρ τρόπον οὐκ ἀνθρώπῳ νοοῖτο πρέπειν τὸ δημιουργεῖν θεοπρεπῶς, οὕτως ἀλλότριον τὸ τεθνάναι Θεοῦ· ἀλλ' ἑνὶ καὶ τῷ αὐτῷ περιτιθεὶς ὁ Παῦλος ἀμφότερα φαίνεται. Οὐχ ἕτερον ἄρα καὶ ἕτερον οἶδεν Υἱόν· ἀλλ' ἕνα καὶ τὸν αὐτὸν, καθάπερ οὖν ἀμέλει καὶ ὁ μακάριος προφήτης Ἡσαΐας τοιοῦτό τι περὶ Χριστοῦ φρονῶν καὶ λέγων εὑρίσκεται· «Καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις· καὶ ἔσονται δοῦλοι, καὶ προσκυνήσουσί σοι. Καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν· ὁ Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ.» Ἀκούεις πῶς «Σοὶ, φησὶ, προσκυνήσουσι, καὶ ἐν σοὶ προσεύξονται, καὶ ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ;» Ἐροῦσι δὲ ταῦτα, καὶ τὸν ἐν ᾧ κατῴκησεν εἰδότες ναὸν, καὶ τὸν ἐνοικήσαντα Λόγον οὐκ ἀγνοήσαντες, προσκυνοῦσί γε μὴν οὐ τὸν ἐνοικήσαντα μόνον ἀποδιελόντες τοῦ προβλήματος τῆς σαρκός· ἀλλ' ἕνα τὸν ἐξ ἀμφοῖν ἀῤῥήτως κεκερασμένον. Κατῴκησε μὲν ὁ Θεὸς Λόγος ἐν ἰδίῳ ναῷ, τῷ ἐκ γυναικὸς ἀναληφθέντι σώματι, ψυχὴν ἔχοντι τὴν λογικήν· ἀλλ' εἰς τὴν οἰκείαν ἀνεστοιχείωσε δόξαν τὸ ἀναληφθέν. Διὰ γάρ τοι τοῦτο, καὶ μόνῳ τῷ κατὰ φύσιν ὄντι Θεῷ τὸ προσκυνεῖσθαι πρέπειν, τῆς θείας ἡμῶν ἀνατιθείσης Γραφῆς, κατεθάρσησε πάλιν ὁ Παῦλος εἰπεῖν· «Ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Τί δὲ δὴ πάλιν ἐροῦμεν, ὅτε τοῖς τῶν ἁγίων εὐαγγελιστῶν περιτυχόντες συγγράμμασι, τὸν μὲν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν σωματικῶς εὑρίσκομεν τοῖς ἑαυτοῦ προσφυσῶντα μαθηταῖς, καὶ λέγοντα· «Λάβετε Πνεῦμα ἅγιον;» Παῦλος δὲ πάλιν ἐπιστέλλει, λέγων· «Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ καὶ Πατρός.» Ἑτέρους δὲ πάλιν ὡς περὶ τῶν Ἰουδαίων· «Ὧν αἱ ἐπαγγελίαι, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» Θωμᾶς δὲ τίνα ψηλαφήσας μετὰ τὴν ἐκ νεκρῶν ἀποβίωσιν, τὴν σοφωτάτην ἠφίη φωνὴν, «Ὁ Κύριός μου καὶ ὁ Θεός μου;» Ἆρα καὶ τὴν χειρὸς ἁφὴν ὑπομένειν δύνασθαι τὸν ἐκ Θεοῦ Πατρὸς οἰησόμεθα Λόγον; ἀλλ', οἷμαι, ληρεῖν τις ἡμᾶς οὐ μετρίως ἐρεῖ, τοῦτο λέγειν ἀσυνέτως ἀποτολμήσαντας. Τί δ' ἂν εἴη τὸ παρ' ἐκείνου ψηλαφώμενον, οὐδενὶ τῶν ὄντων ἐφικέσθαι δυσθήρατον. Ἀλλ' εἰσίτω πρὸς ἅπασι τούτοις,

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
