# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.581

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.581

εὐπαθείαις καὶ πνευματικοῖς ἀναθήμασι, τὴν ἁπάντων βασιλίδα φύσιν ἀντιγεραίρουσιν, συνανασκιρτᾷν εἰωθότα, καὶ τοῦ Σωτῆρος ἡμῶν τὰ παντὸς ἐπέκεινα θαύματος εὐφημεῖν κατορθώματα. Ἠρινὸς μὲν οὖν ἐστιν ὁ παρὼν καιρός· καί μοι δοκεῖ πολλοῖς ἂν αὐτὸν δύνασθαι καταστέψαι λόγον τὸν εὐτρόχῳ μὲν γλώττῃ, νῷ δὲ τῷ παναρίστῳ διαπρεπεῖ. Νῦν μὲν γὰρ ἀμειδῆ τοῦ χείματος ὄψιν, οἷά τινα κόνιν ἀπονιψάμενος, καθαροῖς ἡλίοις διαφαιδρύνεται, ὄρεσι δὲ καὶ νάπαις, δρυμοῖς τε καὶ λόχμαις ἀπονέμει πάλιν τὸ ἐν τῷ καλλίστῳ γενέσθαι σχήματι. Ἀνηβάσκει γὰρ ἤδη καὶ νεογονεῖ φυλλάδι περιανθίζεται. Καὶ χαίρων μὲν ὁ ποιμὴν, ἡδέα διασυρίζει, καὶ λιγυρὸν ἀνιεὶς ἐκ καλάμου τὸ μέλος, εἰς εὐανθῆ καὶ ἀρτιφυῆ κατανεύεσθαι πόαν, τὴν ἀγέλην ἀφίησι· σκαίρουσαν δὲ τὴν δάμαλιν ὁμοῦ τῇ τεκούσῃ χλοηφορεῖν ἐπείγει βουκόλος. Καὶ ἀμπέλων μὲν ἄρτι νέοι τρέχουσι κλῶνες, καθάπερ τισὶ δακτύλοις ταῖς τῶν ἑλίκων προσεκδρομαῖς τῶν δονάκων ἐπιδραττόμενοι, καὶ τοῖς παραπεπηγόσι τῶν φυτῶν ἐπιθρώσκοντες. Ἀεὶ γὰρ αὐτοῖς πρὸς ὕψος ἰέναι φίλον, ἵνα τὸ λαμπρὸν τῶν βοτρύων διαφαίνηται κάλλος. Λειμῶνές γε μὴν τῇ τῶν ἄνθεων εὐωδίᾳ πολυτρόπως εὐωδιάζοντες, τῇ συνήθει δωρεᾷ τοὺς γηπονοῦντας εὐφραίνουσι. Προσθείη δ' ἄν τις τούτοις μυρία ἕτερα τὸν ἀνθοκομεῖν εἰωθότα κατασεμνύνων καιρόν. Ἀλλ' οὐδὲν, οἶμαι, πολὺ τὸ τούτοις αὐτὸν ἀγλαΐζεσθαι μόνοις, τὸ γὰρ δὴ τῶν ἄλλων ἁπάντων ἀξιώτερον, ἐκεῖνό ἐστι. Συνανέβη γὰρ τοῖς φυτοῖς καὶ ἡ πάντων τῶν ἐπὶ τῆς γῆς ἡγεμονεύουσα φύσις, φημὶ δὲ τὸν ἄνθρωπον. Ἠρινὸς γὰρ ἡμῖν εἰσκομίζει καιρὸς τοῦ Σωτῆρος ἡμῶν τὴν ἀνάστασιν, δι' ἧς οἱ πάντες ἀναμορφούμεθα εἰς καινότητα ζωῆς, τὴν ἐπείσακτον τοῦ θανάτου διαδράντες φθοράν. Ἦν γὰρ δὴ καὶ ὄντως ἀπίθανον, φυτῶν μὲν εἴδη καὶ γένη πρὸς τὴν ἀρχαίαν ὄψιν ἀνακομίζεσθαι, δυνάμει τοῦ πάντα ζωογονοῦντος Θεοῦ, κεῖσθαι δὲ ἄπνουν, οὐδεμιᾶς ἄνωθεν λαχόντος φροντίδος, δι' ὃν καὶ ἡ τῶν φυτῶν ἐξεύρηται γέννησις. Συντρέχει τοίνυν καθ' ἕνα τοῦτον ἡμῖν τὸν καιρὸν, τὸ τοῖς ἄλλοις ἅπασι τὴν ἁπάντων κρείττονα τῶν ἐπὶ γῆς συνανακαινίζεσθαι φύσιν· δημιουργὸς δὲ τούτου Χριστός. Καὶ γοῦν ὁ Θεὸς καὶ Πατὴρ δι' ἑνὸς ἐφώνει τῶν προφητῶν· «Θάρσει, Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου. Κύριος ὁ Θεὸς ἐν σοὶ δυνατὸς, σώσει σε, καὶ ἀνακαινίσει σε ἐν τῇ ἀγαπήσει αὑτοῦ.» Ἐν γὰρ τῷ καιρῷ τῆς εἰς ἡμᾶς ἀγαπήσεως, τουτέστιν, ὅτε δι' ἡμᾶς γέγονεν ἄνθρωπος, πρὸς καινότητα ζωῆς ὅλην ἐν ἑαυτῷ ἀναμορφώσας τὴν φύσιν, καὶ εἰς ὅπερ ἦν ἐξ ἀρχῆς ἀναστοιχειώσας, ὡς Θεὸς, ἔαρ μὲν ἡμῖν ἔδειξε νοητὸν, ψυχικοὺς δὲ ὄντας, διὰ τὴν πάλαι κρατήσασαν ἁμαρτίαν, πνευματικοὺς ἀπέδειξε δι' εὐσέβειαν. Καὶ εἴ τῳ μανθάνειν ἡδὺ, καὶ τέθειται περισπούδαστον, καὶ εἰδέναι σαφῶς, τί μὲν εἴη τὸ ἐξ ἀμφοῖν παραδηλούμενον, ποδαπὴ δὲ καὶ ὅσια τῶν

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
