# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.584

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.584

ὀνομάτων ἡ διαφορὰ, παρήσω λέγοντα Παῦλον· «Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ. Μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι ὅτι πνευματικῶς ἀνακρίνεται. Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται.» Οἱ μὲν γὰρ ἀδιακρίτως εἰς ἅπαν ἁπλῶς χωρεῖν μελετήσαντες τὸ ἀναβαῖνον εἰς νοῦν, καὶ ταῖς τῆς ψυχῆς ἐπιθυμίαις πάντα κάλων ἀνέντες, ἀφορήτως ἔχουσι περὶ τοὺς τοῦ Πνεύματος νόμους σωφρονεῖν ἀναπείθοντας, εὐφυᾶ τε καὶ τετορνευμένον ἐπασκῆσαι τὸν βίον. Οἱ δὲ τοῖς τοῦ Πνεύματος νόμοις τὸ χρῆναι νικᾷν ἐπιτρέποντες, εἰς οὐδὲν ἀπερισκέπτως τῶν πρακτέων οἰχήσονται, τὸ δὲ πεφυκὸς ὠφελεῖν ἀεὶ δοκιμάζοντες, καὶ προτάττοντες μὲν τῶν ἡδέων τὸ λυσιτελές· κατόπιν δὲ τοῦ συμφέροντος τὸ μὴ οὕτως ἔχον τιθέναι σπουδάζοντες, ὑπ' οὐδενὸς κατακρίνονται, πάντα δὲ μᾶλλον διακρίνουσιν αὐτοί. Τίς γὰρ, εἰπέ μοι, τῶν οὕτω ζῇν ᾑρημένων, ὡς πονηρὸς εἴη λέγων, οὐχὶ τῆς ἰδίας μᾶλλον καταψηφιεῖται κακίας, καὶ τὰ πάντων αἴσχιστα τῆς ἑαυτοῦ καθοριεῖ κεφαλῆς. Τὸ γὰρ, οἶμαι, κακοῦν ἀσυνέτως ἀποτολμᾷν, οἷς περ ἂν μᾶλλον θαυμάζεσθαι πρέποι, τῆς ἐσχάτης φαυλότητος ἀπόδειξιν ἔχειν, καὶ ὁ τοῖς οὕτως αἰσχροῖς συναγορεύειν οὐ παραιτούμενος, αὐτὸς μάρτυς τῆς ἑαυτοῦ βδελυρίας εἰσρήσεται [ἴσ. εὑρ-]. Δι' ὧν γὰρ ἔγνω τιμᾷν ἃ χρῆν ἐλέγχειν ὡς πονηρὰ, διὰ τούτων αὐτῶν, ὅτι μὴ πέφυκεν εἶναι χρηστὸς ὁμολογήσει λαμπρῶς. Ἀῤῥώστημα δὲ τῶν ἄλλων ἔλαττον οὐδενὸς, καὶ τοῦτο ὑπάρχειν ἡ θεία διορίζεται Γραφὴ, τὸ μὴ δύνασθαί φημι διακρίνειν ὀρθῶς τῶν πραγμάτων τὰς φύσεις. «Οὐαὶ γὰρ, οἱ λέγοντες, φησὶ, τὸ καλὸν πονηρὸν, καὶ τὸ πονηρὸν καλὸν, οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος.» Οὕτω γὰρ, οἶμαι, ῥᾳδίως διέλοι τις ἂν τῶν αἰσχρῶν τὰ βελτίονα, ἀταλαίπωρόν τε τὴν ἐπ' ἀμφοῖν ποιήσεται κρίσιν, ὡς εἰ καὶ φωτὸς καὶ σκότους ποιοῖτο τῷ λόγῳ διαφοράν. Οὐαὶ τοίνυν, φησὶ, τοῖς εἰς τοῦτο παροινίας κατωλισθηκόσιν, ὡς καὶ τὰ λίαν εὐσύνοπτα συγχεῖν, καὶ τῷ μὲν φωτὶ τὸ τοῦ σκότους ὄνομα, τῷ δ' αὖ σκότῳ τὸ τοῦ φωτὸς ἀπονέμειν οὐκ ἐρυθριᾷν. Ἀλλ' οὐχὶ τῶν ἀγαθῶν καὶ τῶν πνευματικῶν φαίη τις ἂν τὰ τοιαῦτα ἀῤῥωστήματα· ψυχικῶν δὲ μᾶλλον καὶ πονηρῶν· Ἡδοναῖς γὰρ ταῖς τοῦ παρόντος βίου τὸν νοῦν ἔχοντες τυραννούμενον, ἀφεστᾶσι τοσοῦτον τοῦ δρᾷν ἐθέλειν τὸν ἀγαθὸν, ὡς καὶ ὅ τί ποτέ ἐστιν ἀγνοῆσαι λοιπόν. Ἐπειδὴ δὲ οὐ κατ' ἐκείνους ἡμεῖς φιλόθεοί τε ὄντες καὶ πνευματικοὶ, παραστήσωμεν ἑαυτοὺς ὡσεὶ ἐκ νεκρῶν ζῶντας τῷ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἀποθανόντι, καὶ ἐγερθέντι Χριστῷ, καὶ ὡς ὁ θεῖος ἡμῖν ἐπιτάττει Παῦλος· «Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν·» μὴ περιελκόμενοι πρὸς ἀλλοκότους ἡδονὰς, μηδὲ ἐξιτήλοις ἐπιθυμίαις, καθάπερ εἰς βάραθρόν τινα χώραν ἀποδημοῦντες τὴν ἁμαρτίαν· ἀλλ' εἰς τὴν τῶν ἁγίων καλλίπολιν ἀποβλέποντες τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἥτις ἐστὶ μήτηρ ἡμῶν, διὰ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
