# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.585

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.585

πάσης ἐπιεικείας καὶ νήψεως τὸν οἰκεῖον καταφαιδρύνωμεν βίον· ὀρθῇ δὲ πρὸς τούτοις καὶ ἀνενδοιάστῳ τῇ πίστει τὸν ἑαυτῶν Δεσπότην ἀντιτιμήσωμεν, τὸ γεγραμμένον ἔχοντες εἰς νοῦν· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.» Ἅπαν δὲ ἡμᾶς τὸ τῆς ἀγαπήσεως μέτρον ἀνατιθέναι προστάττων διαμοιρηθὲν οὐδαμῶς ἢ ἐφ' ἕτερόν τι παρηλκυσμένον, ὁλοκλήρῳ τῇ πίστει κελεύει τιμᾷν, μηδαμῆ νοοῦντας τὸ ἐν πίστει βραχὺ, καὶ ἀτελὲς εἰς εὐσέβειαν· ἤγουν ἀπονέμοντάς τι καὶ δόξης ἀγαθῆς τοῖς οὐκ οὖσι θεοῖς. Τοιγάρτοι καὶ ἐπιφέρει λέγων· «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι, πλὴν ἐμοῦ.» Τὸ γὰρ εὔκολον εἰς ἀπόστασιν καὶ παρατροπὴν, καὶ ἐφ' ἃ μὴ θέμις εὐπάροιστον, μικροψυχίας μὲν ἁπάσης ἀπόδειξιν ἂν ἔχοι σαφῆ, καταγέλαστον δὲ καὶ ἐν τοῖς μηδενὸς ἀξίοις ὁρᾶσθαι ποιεῖ. γʹ. Καὶ ὅτι μὲν τοῖς εἰς τελείαν ἕξιν, διὰ τῆς εἰς ἄκρον συμπαθείας ἐξησκημένοις κατειθισμένοις τε ἤδη τῆς στερεωτέρας ἀναπίμπλασθαι τροφῆς, οὐ σφόδρα λαλοῦμεν ἔν γε τῷ παρόντι τὰ ἀναγκαῖα συνίημι κἀγώ· «Στοιχεῖα γὰρ ταῦτα καὶ ἀρχαὶ τῶν λογίων τοῦ Θεοῦ,» κατὰ τὴν τοῦ Παύλου φωνήν. Ἀλλ' οὐκ εἰς μακρὰν μὲν ἐκείνης τὰ συνήθη διαλέξομαι, συγγνώμην δὲ ἔχειν εἰς τὸ παρὸν αἰτήσομαι, καὶ τοῖς τοῦ Σωτῆρος ἡμῶν ἀποκεχρήσομαι λόγοις· «Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες.» Ὁ μὲν γὰρ οἴκοθεν ἔχων ὑγιᾶ τὸν νοῦν, καὶ εἰ μὴ τούτων παρακαλούντων τύχοι, πάλιν οὐδὲν ἧττον στήσεται· ὁ δὲ ἀσθενὴς τὴν καρδίαν, πολλῆς ἂν δέοιτο τῆς ἐπικουρίας· οὐ γὰρ ἂν ἑτέρως διακρούσαιτο τοῦ πάθους τὴν ἐπήρειαν. Ἥξει δὲ ἡμῖν διὰ παραδειγμάτων ὁ λόγος. Τὰ μὲν γὰρ εὔριζα τῶν φυτῶν, καὶ περιπληθέσι τοῖς πρέσμοις καλῶς ἱδρύσθαι πεπιστευμένα, πρὸς ὕψος μὲν ἀναθρώσκει μέγα καὶ πολὺ, δι' οὐδενός τε παντελῶς ποιούμενα λόγον τὰς τῶν ἀνέμων πλεονεξίας διαπέπηγεν ἀσφαλῶς, κἂν πολλῷ καὶ ἀφορήτῳ διασυρίζουσαι ῥόθῳ ὁρμῆς περιχεῖσθαι σπουδάζωσι. Τὰ δὲ μὴ λίαν ἁδρυνθέντα τῶν ξύλων, τρυφερώτερα δέ πως ἔτι καὶ νεοπαγῆ καὶ ἄρτι τῆς αὐτὰ τεκούσης ὑπερκύπτοντα γῆς, οὐκ ὀλίγων ἂν δέοιντο τῶν ὑπορθωμάτων. Ἔνεστι γὰρ τοσοῦτον ἀσθενείας αὐτοῖς, ὅσον καὶ χρόνου σμικρότητος, σφαλερωτάτην δὲ οὕτως ἔχει τὴν στάσιν, ὡς ὑπὸ μιᾶς ἔσθ' ὅτε πνεύματος προς-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
