# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.588

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.588

βολῆς καταῤῥιπτεῖσθαι τῶν βόθρων. Νεανίαις δὲ κεῖσθαι τοῖς ἄρτι ἀκμάζουσι προθήβαις ἐν ἴσῳ τὸν αὐτὸν οἶμαι τρόπον. Οἱ μὲν ἤδη πρὸς ἀσφαλῆ καὶ τὴν ὄντως φιλόθεον ἀναδραμόντες διάνοιαν, καὶ τῇ πίστει τῇ εἰς Θεὸν ἐῤῥιζωμένοι, καλῶς διαμένουσιν ἀκλόνητοι, καὶ προσωθῇ πειράζων ὁ Σατανᾶς. Οἵ γε μὴν ἔτι τρυφᾷν ἔχοντες τὴν καρδίαν, εἰ μὴ σφόδρα συχνὸν τὸν ἐπανορθοῦντα δέχοιντο λόγον, εὐκόλως ἂν, οἶμαι, διολισθήσειαν, καὶ πρὸς ἅπαν ἠχήσονται τὸ τῷ καταστρέφοντι δοκοῦν. Εἰ μὲν οὖν οὐκ ἦσαν ἐν ἐμοὶ οἱ τοιοῦτοι, κἂν εὐθὺς ἐχρῆν ἰθυδρομῆσαι τὸν λόγον ἐπὶ τὰ τῶν μαθημάτων ἐξησκημένα, καὶ τελειοτέραν ἔχοντα τὴν ὑφήγησιν. Ἐπειδὴ δὲ πολλοὺς, οἶμαι, κατίδοι τις ἂν, οἷς οὐκ οἶδ' ὅπως ἐπὶ τὸ διαῤῥιπτεῖσθαι φίλον, ἐπαμφοτερίζουσάν τε τὴν διάνοιαν ἔχειν πρός τε τὸν φύσει καὶ τοὺς οὐκ ὄντας τοῦτο θεοὺς, ἢ καὶ οὕτω κατωνομασμένους, τί τὸ νοσοῦν ἀφέντες, ἀβούλως ἐπὶ τὸ μὴ οὕτως ἔχον ἴομεν εὐθύς; Ὥρα τοίνυν, ὡς ἔοικε, κατὰ τὸν θεσπέσιον Παῦλον τοῖς τοιούτοις εἰπεῖν· «Βλέπετε, ἀδελφοὶ, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος.» Εἰ γὰρ χρή τι καὶ ἡμᾶς ἀναφανδὸν εἰπεῖν, μηδεμίαν ἐπαφέντας τῷ λόγῳ περιστολὴν εἰ προσέρχῃ τῇ πίστει, πρόσιθι καθαρῶς, ὁλοτρόπως δηλονότι, καὶ μὴ σκάζοντι τῷ νῷ, μηδὲ καρδίᾳ μεμερισμένῃ· μᾶλλον δὲ, εἰ χρή τι καὶ ἀληθέστερον εἰπεῖν, ὅλην ἐχούσῃ πρὸς ἐκεῖνα τὴν ῥοπὴν, ἐξ ὧν ἡ χάρις λυτροῦται τὸν ἀληθῶς ἐπιστρέφοντα. «Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει.» Λογισώμεθα γὰρ ὠδὶ τὴν τοῦ πράγματος φύσιν ἐκ τῶν καθ' ἡμᾶς αὐτούς. Βεβαρβάρωταί τις τυχὸν, ἁλοὺς παρ' ἐκείνοις ἐν ἡλικίᾳ μικρᾷ· ἀνατεθραμμένος δὲ παρ' αὐτοῖς, ἐσπάσατο μὲν τῶν ἠθῶν, συνεπλάσθη δὲ ὥσπερ ἀγρίοις ἔθεσί τε καὶ νόμοις. Εἶτα τοῦ χρόνου πρὸς ἐπίδοσιν ἄγοντος ἡλικίας τε καὶ φρενῶν ἔγνω τῆς ἐνεγκούσης ἐστερημένος, ἀλύει δὲ τὸ ἐντεῦθεν, καὶ πατρίδος μὲν τῆς φιλαιτάτης ἐρᾷ, καὶ μὴν καὶ πατρῴοις ἐντιθασσεύεσθαι νόμοις διαπύρως ἔχει. Εἶτα πρὸς τὴν ἄνωθεν ἡμερότητα μετατιθεὶς, γνώμην τε τὴν ἑαυτοῦ, καὶ σὺν ἐκείνῃ τὴν δίαιταν, προσκεχώρηκε βασιλεῖ, καὶ τὰς τοῦ πράγματος αἰτίας εἰπὼν, ὡς εἴη μὲν σφόδρα φιλόπατρις, νόμων δὲ τῶν ἡμέρων ἐρᾷ, τιμῆς ἠξιώθη καὶ γερῶν. Ἆρ' οὖν, ἐρήσομαι γὰρ ἐπὶ τούτῳ τοὺς ἀκροωμένους, οὐχὶ τὸν τοιοῦτον οἴεσθε βαρβαρίζοντα μὲν ἔτι, καὶ φρονοῦντα τὰ ἐκείνων, ὡς ἐφ' ἅπασιν εὐλόγως ἂν εὐθύνεσθαι τοῖς κακοῖς, καὶ κολάσεως εἶδος τὸ αὐτὸ πρέπον οὐκ ἔχειν· ἐμμένοντά γε μὴν τοῖς εἰρημένοις ἐξ ὀρθότητος λογισμῶν, καὶ ἀκατηγόρητον τῷ τιμήματι τὴν εὔνοιαν ἀποσώζοντα, καὶ τῶν ἔτι μειζόνων ὑπάρχειν ἄξιον; Ἀλλ', οἶμαι, σαφὴς ὁ λόγος. Οὐκοῦν ἀπὸ τοῦ παροισθέντος ἡμῖν ἀρτίως, ὡς ἐν εἰκόνος σχήματι, καὶ ἐπ' αὐτὴν ἰέναι

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
