# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.589

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.589

φημὶ δεῖν τῆν ἀλήθειαν. Φέρε δὴ οὖν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντες τοῦ γένους, τὰ ἐπὶ τῷ πρωτοπλάστῳ διασκεψώμεθα, κατὰ τὴν ἴσην τοῖς εἰρημένοις, ἀναλόγως διεξάγοντες τὸ θεώρημα. δʹ. Ἦν μὲν γὰρ παντὸς ἀνάπλεως ἀγαθοῦ, καὶ εἰς λῆξιν τὴν ἀνωτάτω τῆς ἐν ἡμῖν εὐθυμίας, ἧς ἂν καὶ μέχρι παντὸς κατέστη κύριος, εἰ μὴ τὴν θείαν ἐξ ἀπάτης παραδεδράμηκεν ἐντολήν. Ἀλλ' εἰ καὶ τοῦτο συνέβη παθεῖν, τὸν γοῦν τὸν ἕνα καὶ φύσει Θεὸν προσκυνεῖν τε καὶ σέβειν ζημιωθεὶς, οὐ καλῶς ἔσται. Τοιγάρτοι καὶ ἡ πρώτη τῶν ἐξ αὐτοῦ γεγονότων υἱῶν ξυνωρὶς, αὐτῷ προσεκόμιζε τῶν εὑρημένων τὰς ἀπαρχάς. Θεὸν γὰρ ἡ φύσις ᾔδει τιμᾷν, νόμου πρὸς τοῦτο δεηθεῖσα μηδενός. Καὶ ὁ μὲν Ἄβελ τοῖς ἐξ ἀγέλης, Καῒν δὲ τοῖς ἀπὸ τῆς γῆς ἐτέλουν τὰ χαριστήρια. Ὁ μὲν γὰρ ἡγεῖτο ποιμνίων, τῷ δὲ χρηστὸν ἐδόκει τὸ φυτουργεῖν, καὶ τοῦτο εἰργάζετο. Κατὰ βραχὺ δὲ τοῦ γένους ἀεὶ πρὸς τὰ χείρω διολισθαίνοντος, καὶ πολὺ τῆς προλαβούσης αἰσχίονα νοσοῦντος κακίαν, ὁ μὲν τῇ φύσει κατεσπαρμένος διωλώλει τε καὶ πεπάτητο νόμος, καίτοι Θεὸν ἀναπείθων εἰδέναι τὸν ἕνα καὶ μόνον. Προσεξεύρητο δὲ τοῖς ἄλλοις ἅπασι κακοῖς καὶ ἡ πολύθεος πλάνη, μάθημα δεινὸν, ὦ ἄνδρες ἀδελφοὶ, καὶ τῆς τοῦ διαβόλου πικρίας λῆξιν ἔχον τὴν ἀνωτάτω. Ὥστε γὰρ δεῖν, οὐχὶ μόνης ἡμᾶς τῆς πρὸς Θεὸν ἐξῶσαι φιλίας διὰ τὴν εἰσποίητον ἁμαρτίαν, ἀλλὰ καὶ γνώσεως ἀληθοῦς νοσοῦντας τὴν ἐρημίαν, βδελυροὺς ἀποφῆναι καὶ διεπτυσμένους. Ἦν γὰρ οὕτω καὶ οὐχ ἑτέρως εἰς τελεωτάτην καταστροφὴν τὰ καθ' ἡμᾶς καταγαγεῖν. Ἐδεδίει δὲ, ὡς εἰκὸς, μὴ ἄρα τῷ φύσει προσιόντες Θεῷ, καὶ τὸν τῶν ὅλων δημιουργὸν εἰδέναι σπουδάζοντες, ἀποσεισώμεθα τῆς αὐτοῦ πλεονεξίας τὸν ζυγὸν, πρὸς δὲ τὸ ἀρχαῖον τῆς ἑαυτῶν φύσεως ἀναθεῖν ἑλώμεθα κάλλος. Ταύτης τοι τῆς αἰτίας ἕνεκα, τὸν τῆς ἡμετέρας διανοίας τεθόλωκεν ὀφθαλμὸν, καὶ ταῖς ἐπεισάκτοις ψευδολατρείαις ἐνδήσας τὸν ἄνθρωπον, πεδήτην ὥσπερ τινὰ, καὶ ἐν δορυκτήτου τάξει τὸν ἐλεύθερον ἐποιήσατο. Ἀλλ' οὐκ ἐπιτεύξεται δόλιος θήρας, κατὰ τὸ γεγραμμένον. Οὐ γὰρ ἐκβέβηκεν αὐτῷ κατὰ νοῦν τῶν πραγμάτων τὸ πέρας. Θεομαχεῖ γὰρ ἐξ ἀνοίας ὁ δείλαιος, καί μοι δοκεῖ τοῖς ἐν θαλάσσῃ πλωτῆρσι τὰ ἴσα παθεῖν, οἳ ταῖς τῶν ἀνέμων ἀντιπνοίαις ἀτέχνως προσερίζοντες, αὐτῇ νηῒ διολώλασιν. Ἀπέλαμψε γὰρ ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τῶν ἐκείνου δεσμῶν ἐξείλετο· καὶ ἀντ' αἰχμαλώτων ἔδειξεν ἐλευθέρους. εʹ. Ταυτὶ δὲ πρὸς τὸ παρὸν ἀναγκαίως ἡμῖν εἰσεκομίσθη τὰ διηγήματα. ᾨήθην γὰρ δεῖν ἐπι-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
