# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.592

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.592

δεῖξαι χρησίμως ὡς ἀρχαῖον μέντοι χρῆμά ἐστι καὶ τῇ φύσει συναναδειχθὲν ἡ εἰς Θεὸν ἐπίγνωσις, τὸν ἕνα καὶ ἀληθῆ· ἐπείσακτον δὲ καὶ δυστροπίας εὕρημα τὸ πολύθεον νόσημα. Ἀλλ' εἰ καὶ τῆς ἐκείνου τυραννίδος ἡττώμενοι καὶ τὴν ἀφόρητον οὐκ ἐνεγκόντες πλεονεξίαν, ἐπλανήθημέν ποτε, καὶ λελατρεύκαμεν τῇ κτίσει παρὰ τὸν κτίσαντα· οὐρανῷ, καὶ ἡλίῳ, καὶ σελήνῃ, καὶ ἄστροις, καὶ γῇ, καὶ ὕδατι τὸ τῆς θεότητος ὄνομα χαρισάμενοι, καὶ ἀριθμοῦ κρείττονα τὴν πολυθεΐαν γραψάμενοι, παραιτώμεθα λοιπὸν τὴν ἐπ' ἐκείνοις αἰσχύνην, καὶ τῆς οὕτω βδελυρᾶς ἀπάτης λελυτρωμένοι διὰ Χριστοῦ, πιστοὶ καὶ ἀληθεῖς προσκυνηταὶ τοῦ τιμήσαντος διαμένωμεν, καὶ μὴ ἐν ψιλῇ μὲν γλώττῃ τὴν πίστιν, τὴν δὲ ἀπιστίαν εἰς νοῦν ἔχοντες, ἁλισκώμεθα, μηδὲ πλαττέσθω μέν τις τοῖς ἔξωθεν σχήμασι τὸν Χριστιανὸν, κρυπτέτω δὲ πρὸς τὰ εἴσω τὸν εἰδωλολάτρην. Εἰ μὲν ὅλων ἔτι βαρβαρίζειν τὴν γνώμην, τί τὰ βασιλέως φρονεῖν ὑποκρίνεται; Ἄριστον οἶδε τοῦ κρατοῦντος ὑπασπιστὴν τῆς ἐλευθερίας ὁ νόμος, οὐ τὸν προδότην, ὦ τάν· οὐδὲ παρ' ᾧ τὰ τῶν ἐχθρῶν ἐναμείβουσιν, ἀλλὰ τὸν συναθλοῦντα γνησίως, καὶ ὅτῳ τὸ νικᾷν τοὺς ἀντεξάγοντας ἀπευκτὸν, τὸν δὲ διπλοῦν ἐν ἤθει καὶ τρόπον βδελυρόν τε καὶ μιαρώτατον, καὶ παντὸς εἶναι φαῖεν ἂν ἐπέκεινα κακοῦ. Καίτοι καὶ τοῖς παρ' Ἕλλησι ποιηταῖς ταυτί πως εἰρῆσθαι, καὶ λίαν ὀρθῶς ὁμολογήσειέ τις ἂν, ἀλλὰ πρὸς ἄλλους μὲν ὑπεροπευτὰς καὶ βωμολόχους, καὶ ἑτέροις τισὶν αὐτοὺς ἀποκαλοῦσιν ὀνόμασι, κάλλιστά μοι δοκεῖ φρονοῦντες ἐν τούτῳ. Ἐπυθόμην δ' ἤδη τινὸς τῶν παρ' ἐκείνοις λέγοντος σαφῶς, ὡς ἐν ἴσῳ ταῖς ᾅδου ποιοῖτο πύλαις, τοὺς ἕτερα μὲν καταχωννύντας εἰς νοῦν· ἑτεροῖα δὲ διὰ γλώττης ἀναπτύοντας. Χρῆμα γὰρ ὄντως ἀνοσιώτατον ἀπάτη καὶ δόλος, αὐτὰ δι' ἑαυτῶν ῥᾳδίως ἐξελεγχόμενα, καὶ τὴν ἁπασῶν ἀπωτέρω κατηγοροῦντες φαυλότητα. Τί γὰρ οἴει χρῆναι σιγᾷν; Τί δὲ καὶ κρύπτεις ἐν σκότῳ τὰ κατὰ νοῦν σοι τετιμημένα; Ἆρ' οὐχὶ δι' αὐτοῦ καὶ μόνου, τὸ λανθάνειν ἐπείγεσθαι, τὸ ἐπ' αὐτοῖς ἂν αἶσχος ὁμολογήσειας; Κατακρύπτει γάρ τις, ὦ βέλτιστε, τὰ οἷσπερ ἄν τις ἐπιτιμήσαι δικαίως, καὶ τὸ ἐκ τῆς παῤῥησίας οὐκ ἔχοντα φαιδρὸν, οὐκ ἐκεῖνο δὴ πάντως, ὃ θαυμάζεσθαι πρέπει. Εἰ μὲν οὖν οἶσθα φρονῶν τὰ θαύματος ἄξια, τί μὴ πᾶσιν ὑπάρχῃς γνώριμος, οἷος εἶναι καὶ πέφυκας; Εἰ δὲ τοῖς εἴσω κεκρυμμένοις ἐπερυθριᾷς, καὶ προκάλυμμα τῶν ἀφανεστέρων, τὸν οὐκ αὐτοῖς ἐοικότα περιπλάττῃ λόγον, σεμνοτέραν τῶν ὀρθῶς ἔχειν πεπιστευμένων, δι' αὐτοῦ τὴν δόξαν θηρώμενος, τί μὴ κἀκείνοις ἐῤῥῶσθαι φράσας, ὅλος εὑρίσκῃ λαμπρὸς, ἀδελφὰ μὲν τοῖς εἰς τὸ εἴσω λαλῶν, συγγενῆ δὲ τοῖς λόγοις φρονεῖν ἀναπεπεισμένος.

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
