Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.593
Not analysed yet
Ἁπλοῦς γὰρ ὁ τοιοῦτος, καὶ τοῦ πρὸς ἄκρον ἰόντος ἐπαίνου μεστός. Καὶ αὐτόθεν οἶμαι καταβαλεῖν τὸ φιλόνεικον, καὶ τοῖς περὶ τούτου λόγοις ἡμῶν ἀντεξανίστασθαι δεῖν ᾑρημένον. Τὸ γὰρ ὡς εἰς Χριστὸν πανταχόθεν ὁμολογούμενον, τίς ἂν ἐνδοιάσαι μὴ οὕτως ἔχειν, καὶ τὴν ἐπὶ τῷ ληρεῖν οὐκ ἂν ὑπομείναι γραφήν; Ἐπειδὴ δὲ ὀρθῶς καὶ καλῶς ἔχειν ὑπολαμβάνω, καὶ ἐξ αὐτῆς βεβαιοῦν τὰ τοιαῦτα τῆς θεοπνεύστου Γραφῆς, φέρε σοι τὰ θεῖα παραθῶμεν λόγια, δεῖξιν ἔχοντα σαφῆ, τοῦ παντάπασιν ἀπᾴδειν· μᾶλλον δὲ βδελυρὸν εἶναι παρὰ Θεῷ τὸν ὑποκριτὴν, καὶ τοῖς τῆς διψυχίας ἐγκλήμασιν ἔνοχον. Ἐνόσουν μὲν γὰρ τοῦτό τινες τῶν Ἰσραηλιτῶν κατὰ τοὺς παρῳχηκότας ἤδη καιροὺς, καὶ τιμᾷν ἐκτόπως τὴν νομικὴν ἐντολὴν ὑπεπλάττοντο, καὶ τὸν νομοθέτην ἄνω τε καὶ κάτω διὰ γλώττης ἔχοντες, ἕτερά γε μὴν ὅτι προσήκει φρονεῖν διεσκέπτοντο, καὶ ταῖς ἰδίαις ἕκαστοι ψήφοις, τὸ μόνῳ καὶ αὐτῷ δοκοῦν ὡς ἀνεγκλήτως ἔχον ἐχυροῦν ἠπείγοντο. Τί οὖν ἔφη περὶ αὐτῶν ὁ Θεὸς διὰ τῆς τοῦ προφήτου φωνῆς; «Ἐγγίζει μοι ὁ λαὸς οὗτος, τοῖς χείλεσιν αὑτῶν τιμῶσί με· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ. Μάτην γὰρ σέβονταί με.» Ἦ γὰρ οὐ μάτην σέβεσθαι δώσομεν, καὶ προσποίητον ἁπλῶς καὶ νόθην ἐπιτηδεύοντας τὴν τιμὴν προσιέναι τῷ Θεῷ, τοὺς οἵ γε φρονοῦσι μὲν ἕτερα τῇ κτίσει παρ' αὐτὸν λατρεύοντες, λαλοῦσι δὲ μόνον τὰ Χριστιανῶν, καὶ κεκομψευμένοις ῥηματίοις τὴν εἰς Θεὸν εὐλάβειαν ὑποκρίνονται; Εἶτά τις ὁ τούτοις συναινῶν. Εἰ μὲν οὖν οἴεταί τις οὐκ ἀποτίσειν τῆς ἀπάτης τοὺς λόγους, καὶ τὴν ἐπὶ τῷ ψεύδεσθαι τῷ Θεῷ πικρὰν ὑποστῆναι κόλασιν οὐ προσδοκᾷ, τιμάτω τὴν διψυχίαν, καὶ παραπαίειν οἰέσθω τὸν τῶν ἀμεινόνων εἰσηγητήν. Εἰ δὲ πάνδεινος τοῖς οὕτω διακειμένοις ὑπήρτηται κόλασις, ποινὴ δὲ καὶ δίκη καὶ πᾶν εἶδος αἰκίας, καὶ πῦρ τὸ ἀτίθασσον καὶ οὐχ ἑκόντας ἐκδέξεται· πῶς οὐκ ἂν αὐτὸς ὁρῶ τὸ μᾶλλον ληρῶν, τὸ ἐξ ἡδονῆς ἀθέσμου κεκρατηκὸς τῆς ἑαυτοῦ ψυχῆς προτιθείς; Φιληδονία γὰρ, καὶ ἕτερον οὐδὲν, τὸ πολύθεον πάθος. Καὶ μὴν ὅπως ἐστὶ σφαλερὸν τὸ χρῆμα, καλὸν ὡς ἔοικεν εἰπεῖν. Ἑνὸς μὲν γὰρ τῶν καθ' ἡμᾶς ἢ καὶ τῶν ἔτι μικρὸν ἐν ἀμείνοσι, διακρούσαιτ' ἄν τις ἐπιβουλὴν, ἢ ὀλίγῳ τῆς ἐκείνου μειονεκτουμένην ἀντιπαριστὰς τὴν ἰδίαν ἰσχὺν, ἢ πραγμάτων οὐκ ἴσαις παρασκευαῖς, καὶ ὑπὲρ δύναμιν ἁμιλλώμενος· ἤγουν ἑτέρῳ τινὶ σωζόμενος τρόπῳ. Φύγοι δ' ἄν τις, εἰπέ μοι, κατὰ τίνα τρόπον ἀγανακτοῦντα Θεόν; ἢ καὶ ὅποι δραμὼν διαλήσεται; Καίτοι τοσαύτην αὐτῷ ἐπιθῶμεν, εἰ δοκεῖ, τὴν λαμπρότητα κατὰ τὸν βίον, ἧς οὐκ ἂν ὁρῷτό τι τὸ ὑπερτεροῦν. Περιχείσθω γε μὴν καὶ χρημάτων περιουσίαις, αἷς οὐκ ἂν ὁ Κροίσου φιλονεικοίη διαβόητος καὶ ἀναμίλλητος πλοῦτος. Ἆρ' οὖν ἔσται τις ἐντεῦθεν ἡ ἧσις; ἀποστήσεις δὲ ταῦτα καὶ οὐχ ἑκόντα τὸν κολαστήν; Πολλοῦ γε καὶ δεῖ. Ψευδομυθήσει γὰρ οὐδαμῶς ἡ