# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.596

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.596

θεία λέγουσα Γραφή· «Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους.» Οὐκοῦν οὐδὲ τὸ προσκροῦσαι δεινόν. Φέρε πάλιν ἐπιδεικνύωμεν, ὡς ἀνόσιον μὲν ἡγεῖται Θεὸς τὸν διψυχεῖν ᾑρημένον· ὡς δὲ ἀλαζόνα, καὶ ὑβριστὴν, ὑβρίζει τὸν ἀλλοπρόσαλλον. Ἔφη γάρ που πρὸς Ἱερεμίαν, ὡδὶ τὰς τῶν Ἰσραηλιτῶν ἀποπληξίας ἐπαιτιώμενος· «Εἶδες ἃ ἐποίησέ μοι ὁ οἶκος τοῦ Ἰσραήλ; Ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ·» τὸ, «ἐπόρνευσαν» τεθεικὼς, ἀντὶ τοῦ, τοῖς δαίμοσιν ἐτελέσθησαν· οὕτω γὰρ ἔθος τῇ θείᾳ λέγειν Γραφῇ. Καταλαμβάνοντες γὰρ τὰς εὐδένδρους τῶν ὀρῶν κορυφὰς ὑπὸ τὰ εὐμήκη τε καὶ δασέα τῶν ξύλων τεμένη καὶ βωμοὺς, καὶ διὰ μικρᾶς ἔσθ' ὅτε χερμάδος ἐγείροντες δαίμοσιν ἀλσώοις καὶ νύμφαις τάχα ταῖς ἀγριότησιν, ἢ καὶ τῇ παρ' ἐκείνοις ὠμαζομένῃ Βάαλ, σπονδὰς, καὶ θυσίας, καὶ τί γὰρ οὐχὶ τῶν αἰσχρῶν ἐπετέλουν οἱ ἀλλότριοι; Τόδε δὴ λοιπὸν τὸ ἐντεῦθεν ἤδη; Ἐλύπει Θεὸν τὰ τολμήματα. Νόμῳ γὰρ τῷ παρ' αὐτοῖς παιδαγωγούμενοι πρὸς τὴν τῆς ἀληθείας κατάληψιν, τῷ διαβόλῳ προσκεχωρήκασι, τὰς οἰκείας μᾶλλον κολακεύοντες ἡδονὰς, καὶ τὴν σωφρονίζουσαν ἐντολὴν τῆς ἑαυτῶν καρδίας ἐξωθούμενοι. Τί οὖν ἐπ' αὐτοῖς ὁ τῶν ὅλων Δεσπότης τῷ προφήτῃ φησὶν Ἱερεμίᾳ; «Κεῖρε τὴν κεφαλήν σου, καὶ ἀπόῤῥιπτε, καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον, ὅτι ἀπεδοκίμασε Κύριος καὶ ἀπώσατο τὴν γενεὰν τὴν ποιήσασαν ταῦτα.» Ἵνα γὰρ ἐπιδείξῃ σαφῶς οἵαν ὑποστήσονται δίκην οἱ ἐκεῖνα πεπλημμεληκότες, ἀποκείρασθαι τῷ προφήτῃ κελεύει. Ὅνπερ γὰρ τρόπον θρὶξ τῇ τοῦ κείροντος τεμνομένη χειρὶ, τοῦ τεκόντος αὐτὴν ἀλλοτριοῦται σώματος, οὕτως οἱ ταῖς τῶν δαιμόνων ἀπάταις προσωλισθηκότες, τῆς πρὸς Θεὸν οἰκειότητος ἀποθερισθέντες διὰ θείας ὀργῆς πρὸς τὸ μηδὲν οἰχήσονται, φροντίδος οὐδεμιᾶς ἔτι τῆς ἄνωθεν ἀξιούμενοι. Καὶ μὴν, εἴ τῳ δοκεῖ, καὶ τὸν θεῖον ἐπὶ τούτοις, ὅσον δοκεῖ, ἔστι κατασκέψασθαι θυμὸν, περιαθρείτω πάλιν ἐντεῦθεν. Καίτοι γὰρ εἰωθὼς παντὸς ἀξίων ἡγεῖσθαι λόγων τὴν τῶν ἁγίων εὐχὴν, ἐπ' ἐκείνοις αὐτὴν οὐ προσίεται μόνοις. Λέγει γὰρ οὕτως· «Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτοὺς, ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι.» Ἐπειδὴ δὲ λίαν ἐλύπει τὸν πνευματοφόρον, καὶ πικρὸν ἐφαίνετο τῷ προφήτῃ τὸ πρᾶγμα, τὸ ἀπόβλητον ἔχειν, φημὶ, καὶ πρὸς οὐδὲν ὀνῆσαι δυναμένην τὴν προσευχὴν, ἀπολογεῖται τρόπον τινὰ ὁ Θεὸς, καὶ ὡς οὐδ' ἄν τισιν ἔτι μείζοσι καὶ ἀρχαιοτέροις προσιοῦσιν ἐπένευσε, διδάσκει βοῶν· «Ἐὰν στῇ Μωσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς.» Ἀλλ' ἐρεῖ τις πρὸς ταῦτα τυχὸν τῶν ἐκεῖνα τετολμηκότων· Τί οὖν, ὦ τάν; Εἰς ταυτὸ δρῶντές τινες ἀκαλύπτως ἡλίσκοντο, καὶ παροτρύνοντες ἀναφανδὸν, διά τε τοῦτο λυπήσαντες· τὸ δὲ λεληθότως, εἰπέ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
