Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.597
Not analysed yet
μοι, δυσσεβεῖν, ποῖος δ' ἄν τις νουνεχῶς, ὡς οὐκ ἐν τοῖς ἀνοσίοις ὀρθῶς καὶ δικαίως κατατετάξεται, καὶ οὐδὲν ἔχειν ἐρεῖ τὸ δεινὸν, ἐφόσῳ λυπήσειε τὸν τῶν κεκρυμμένων ἐπόπτην Θεόν; Ἄπαγε τῆς δυσβουλίας, ἄνθρωπε. Καίτοι λάθοι μὲν ἄν τις ἀνθρώπου τυχὸν ὀφθαλμοὺς, Θεὸν δὲ τῶν ὄντων οὐδεὶς διαλήσεται· «Πάντα γὰρ ἐν ὀφθαλμοῖς ἔχει γυμνὰ καὶ τετραχηλισμένα,» κατὰ τὴν τοῦ Παύλου φωνήν. Οὐκοῦν εἰκαῖον ἐπ' αὐτοῦ, τὸ λεληθότως ἢ ἀκατακαλύπτως εἰπεῖν. Εἰ δέ σοι δοκεῖ καὶ τοῖς λεληθότως ἀσεβεῖν ἑλομένοις ὅσος τε καὶ ποταπὸς ὁ θυμὸς ἐπήρτεται, μαθεῖν, παροίσω τι τῶν κειμένων παρὰ τῇ θείᾳ Γραφῇ. Σὺ δέ μοι δέχου πάλιν εἰς νοῦν. Οὐκοῦν ἐπλανῶντο τῶν ἀρχαιοτέρων τινὲς, καίτοι τῶν ἁπάντων ἐπιγινώσκοντες Θεὸν, καὶ διὰ πολλῶν συγγραμμάτων πρὸς κατάληψιν τῆς ἀληθείας πηδαλιουχούμενοι. Καὶ δὴ καὶ πολύμορφον διαπλάσαντες εἰδώλων ἐσμὸν, ἐν σκοτεινοῖς καὶ ἀφεγγέσιν ἐναπέθεντο χώροις. Καταβραχὺ δὲ ἡ νόσος διέρπουσα πρὸς τὰ χείρω, καὶ αὐτοὺς ἀπεβόσκετο τοὺς ἱερᾶσθαι πεπιστευμένους· καὶ δυσαχθὲς ἦν τὸ πρᾶγμα, καὶ ἀφόρητον τῷ Θεῷ. Ἐπειδὴ δὲ κολάζειν ἐσκέπτετο τοὺς ἐμπαροινοῦντας αὐτῷ διὰ τοῦ θεοῖς λατρεύειν ἑτέροις, προσεξηγεῖται τῷ προφήτῃ τὰ τολμήματα, μᾶλλον δὲ δεικνύει σαφῶς· «Ἄκουε τοίνυν, φησὶν Ἰεζεχιήλ. Καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει, ἐν τῷ πέμπτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς, ἐγὼ δὲ ἐκαθήμην ἐν τῷ οἴκῳ μου, ἐγένετο ἐπ' ἐμὲ χεὶρ Ἀδωναῒ Κυρίου, καὶ εἶδον, καὶ ἰδοὺ ὁμοίωμα ἀνδρὸς, ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ· καὶ ἀπὸ ὀσφύος αὐτοῦ τὰ ὑπεράνω αὐτοῦ ὡς ὅρασις ἠλέκτρου. Καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς, καὶ ἔλαβέ με τῆς κορυφῆς μου, καὶ ἔλαβέ με Πνεῦμα ἀνὰ μέσον τῆς γῆς, καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ, καὶ ἤγαγέ με εἰς Ἱερουσαλὴμ ἐν ὁράσει Θεοῦ.» Καὶ μεθ' ἕτερα πάλιν εὐθύς· «Καὶ εἰσήγαγέ με, φησὶν, ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς, καὶ εἶδον· καὶ ἰδοὺ ὀπὴ μία ἐν τῷ τοίχῳ, καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, ὄρυξον δὴ ἐν τῷ τοίχῳ· καὶ ὤρυξα ἐν τῷ τοίχῳ, καὶ ἰδοὺ θύρα μία. Καὶ εἶπε πρός με· Εἴσελθε καὶ ἴδε τὰς ἀνομίας τὰς πονηρὰς, ἃς οὗτοι ποιοῦσιν ὧδε σήμερον. καὶ εἰσῆλθον, καὶ εἶδον· καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ, καὶ κτήνους, μάταια βδελύγματα, καὶ εἶδον πάντα τὰ εἴδωλα υἱῶν Ἰσραὴλ διαγεγραμμένα ἐπ' αὐτοῦ κύκλῳ· καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραὴλ, καὶ Ἰεχονίας ὁ τοῦ Σαφεθὲμ ἐν μέσῳ αὐτῶν εἱστήκει πρὸ προσώπου αὐτῶν· καὶ ἕκαστος θυμιατήριον αὑτοῦ εἶχεν ἐν τῇ χειρὶ, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινεν.» Ἀκούεις, ὅπως οἱ μὲν ᾤοντο δύνασθαι λαθεῖν τῆς αὐτῷ πρεπούσης τιμῆς τὸν Θεὸν παραιτούμενοι, καὶ τοῖς δαιμονίοις ἀντιπροσάγοντες, ἐξεκάλυπτε δὲ πάντα τῷ προφήτῃ Θεός; Μετὰ γὰρ τὸ δεῖξαι τὰ τολμήματα, πάλιν οὕτως φησίν· «Υἱὲ ἀνθρώπου, ἑώρακας ἃ οἱ πρεσβύτεροι τοῦ οἴκου Ἰσραὴλ ποιοῦ-