# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.600

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.600

σιν ὧδε, ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι αὐτοῦ τῷ κρυπτῷ; Διότι εἶπαν· Ἐγκαταλέλοιπεν ὁ Κύριος τὴν γῆν, οὐκ ἐφορᾷ Κύριος.» Ἕκαστος γὰρ τῶν ὑβρίζειν οὐ παραιτουμένων αὐτὸν, διὰ τοῦ προσκεῖσθαι τοῖς δαίμοσιν, οὐδὲ ὅτι τῶν καθ' ἡμᾶς ἐπόπτης ἐστὶν ὁμολογεῖ· «Εἶπε γὰρ ἄφρων ἐν καρδίᾳ αὑτοῦ· Οὐκ ἔστι Θεός·» ἢ καὶ ὡς ἑτέρωθί πού φησιν ὁ Ψαλμῳδός· «Εἶπαν· Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ.» Ἀλλ' εὐθὺς αὐτοὺς διεγέλα, λέγων· «Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε. Ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει; καὶ ὁ πλάσας ὀφθαλμοὺς, οὐχὶ κατανοεῖ;» Εἴη γὰρ ἂν τῶν ἀτοπωτάτων, καὶ ληρίας τῆς ἐσχάτης οὐκ ἀμοιρήσειν ἐρῶ, τὸ μὴ δύνασθαί τι νομίζειν, ἤγουν ἐφορᾷν ἢ ἀκοῦσαι τὸν Θεὸν, ὅς γε καὶ ἡμῖν αὐτοῖς, μᾶλλον δὲ τοῖς ἄλλοις ἅπασι τὴν διὰ τῶν αἰσθήσεων ἐνεφύτευσε γνῶσιν. Ἐπεὶ τοίνυν τὰ τῶν ὑβριστῶν τολμήματα, καὶ τὰ ἐν τῷ κοιτῶνι τῶν κρυπτῶν πεπραγμένα φανερὰ τῷ προφήτῃ καθίστησι Θεὸς, ἔδειξεν εὐθὺς καὶ τὴν ἕψεσθαι μέλλουσαν αὐτοῖς ἀδιάψευστον κόλασιν. Λέγει γὰρ οὕτω πάλιν· «Καὶ ἀνέκραγεν εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ, λέγων· Ἤγγικεν ἡ ἐκδίκησις τῆς πόλεως· καὶ ἕκαστος εἶχε τὰ σκεύη τῆς ἐξολοθρεύσεως ἐν χειρὶ αὑτοῦ· καὶ ἰδοὺ ἓξ ἄνδρες ἤρχοντο ἐκ τῆς ὁδοῦ τῆς πύλης τῆς πρὸς Βορᾶν βλεπούσης, καὶ ἑκάστου πέλυξ ἐν τῇ χειρὶ αὑτοῦ, καὶ εἷς ἀνὴρ ἐν μέσῳ αὐτῶν ἐνδεδυκὼς ποδήρει καὶ ζώνῃ σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ. Καὶ εἶπεν ἀκούοντός μου· Πορεύεσθε ὀπίσω αὐτοῦ εἰς τὴν πόλιν, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν· καὶ μὴ ἐλεήσητε πρεσβύτερον, καὶ νεανίσκον, καὶ παρθένον, καὶ νήπια, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε.» Ἀκούεις ὅπως ἄκρατόν τινα καὶ ἀπηνῆ, καὶ τοῖς λεληθότως δυσσεβεῖν ἑλομένοις ἐπιψηφίζεται κόλασιν; Ἐπαθρεῖ γὰρ τὴν ἑκάστου καρδίαν καὶ περιεργάζεται Θεός· καὶ ὁλόῤῥιζον μὲν ἀπολύει τὸν ὑβριστὴν, καὶ τοῖς τῆς διψυχίας ἐγκλήμασιν ἔνοχον· κατασφραγίζει δὲ τῇ ἄνωθεν χάριτι τὸν ὁλοτρόπως αὐτῷ προσκείμενον, καὶ μόνον αὐτὸν εἰδότα Θεόν. Ἀλλὰ τούτων μὲν ἅλις εἰς τὸ παρόν. Τὸ δὲ ὅπως ἡμᾶς ἀκόλουθον ἀνακεῖσθαι Θεῷ, φέρε δὴ μετὰ τοῦτο λέγωμεν. ϛʹ. Φημὶ τοιγαροῦν ἐγκατεῖρχθαι δεῖν ταῖς ἡμετέραις ψυχαῖς, πρὸ μὲν τῶν ἄλλων ἁπάντων, εἰλικρινῆ τὴν πίστιν, ἀληθῆ καὶ κατ' οὐδὲν διαπίπτουσαν τὴν περὶ Θεοῦ τοῦ μόνου καὶ κατὰ φύσιν διάληψιν. Χειραγωγήσει δὲ πρὸς ταύτην ὁ σοφώτατος Παῦλος, ἄριστα λέγων ὡδί· «Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα,

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
