# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.608

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.608

μητον ἐν τοῖς καθ' ἡμᾶς ἐξοίσει τὴν ψῆφον, οὐκ ἐν ἐλπίσιν ἔτι τὴν θυμηδίαν. Ἀλλ' αὐτοῖς ἡμῖν ἀπέφηνε πράγμασιν· ἐπιδεδήμηκε γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, κατὰ τὴν πίστιν τῶν ἱερῶν τε καὶ θείων Γραμμάτων· «Ἔκρινε τὴν οἰκουμένην ἐν δικαιοσύνῃ,» κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Ἔκρινε δὲ πῶς; καταδικάσας ἄρα τὸν πεπλανημένον ἢ ποιναῖς ὑποθεὶς τοὺς πάλαι τῶν θείων ἀλογήσαντας νόμων. Εἶτα πῶς ἔτι λοιπὸν ἀληθεύει βοῶν αὐτὸς περὶ αὑτοῦ· «Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ;» Καίτοι πᾶς τις ἂν, οἶμαι, τῶν εὖ φρονούντων ὁμολογήσειεν, ὅτι τῶν ἡμαρτηκότων τὸ καθαρίσαι τι τῶν δεινῶν, καὶ καταψηφίσασθαι δίκην, οὐ τοῦ σώζοντος ἔργον, ἀλλὰ τοῦ κακοῦν ἐθέλοντος μᾶλλον, καὶ συγγνώμης ἁπάσης δίχα τῶν ἤδη προεπταισμένων ἐξαιτοῦντος τοὺς λόγους. Πῶς οὖν οὐκ ἦλθεν, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον, εἰ πικρὰν ἐπ' αὐτῷ τὴν ψῆφον ὡρίσατο; Ἀλλ' οὐκ ἂν, οἶμαι, τὶς εἰς τοῦτο μωρίας ἁλοίη πεσὼν, ὡς κατά τι τῶν οἴεσθαι ψευδομυθεῖν δύνασθαι τὴν ἀλήθειαν. Πῶς οὖν ἔκρινε τὴν γῆν; τοῦτο γὰρ ἡμῖν ὁ τοῦ Ψάλλοντος ἀνακεκράγει λόγος. Δεινὸς καθ' ἡμῶν ἐγήγερται τύραννος, καὶ κεκράτηκεν ἐκ πλεονεξίας ὁ Σατανᾶς ἀστραπῆς μὲν δίκην τῆς τῶν ἁγίων ἀγγέλων πληθύος ἀποτιναχθεὶς, ἔρημος δὲ παντελῶς τῆς ἐνούσης εὐκλείας αὐτῷ, καὶ τῆς τῶν ἀξιωμάτων ὑπεροχῆς ἀναδεδειγμένος· «Ἔσομαι γὰρ ὅμοιος τῷ Ὑψίστῳ,» τετόλμηκεν εἰπεῖν. Ἐπειδὴ δὲ ταῖς ἄνωθεν ψήφοις ἀντιπράττειν οὐκ ἦν, καὶ λυπεῖν ἑτέρως οὐκ εἶχε τὸν ὅσιον κολαστὴν, εἰς τὸν καθ' ἡμῶν ἐτράπετο πόλεμον. Καὶ μεθίστη μὲν εὐθὺς τῆς εὐθείας ὁδοῦ τὸν ἄνθρωπον, παρατρέψας δέ ποι πρὸς τὸ αὐτῷ καὶ μόνον δοκοῦν, καὶ τῆς ἀληθοῦς ἀποκομίσας θεογνωσίας, οἰκεῖον ἤδη προσκυνητὴν καὶ λατρευτὴν τὸν κατ' εἰκόνα Θεοῦ γεγονότα καθίστη· φθόνον δὲ τὸν καθ' ἡμῶν ὠδινήσας ἄδικον, δόξαν δὲ τὴν ἰσόθεον τῇ οἰκείᾳ περιτιθεὶς κεφαλῇ· ἀρχαίῳ γὰρ ἐνικᾶτο πάθει· καὶ τὰ, ἐφ' οἷσπερ ἁλοὺς ἐκολάζετο, νοσῶν ἀγριώτερον, ἀναφανδὸν ἤδη κατορθοῦν ἐσκέπτετο τὴν κατὰ πάντων ἀρχήν. Ἅπασαν δὲ ὥσπερ τὴν οἰκουμένην ἑλὼν ὑπὸ χεῖρας, ὡς τῶν ἰδίων κτισμάτων ἀφειδήσαντος παντελῶς τοῦ Θεοῦ, καὶ ποιεῖσθαί τινα λόγον οὐκ ἀξιοῦντος ἔτι τῆς ἡμετέρας ζωῆς, τὴν ὀφρὺν ὑψηλὴν ἀνατείνας ὁ βάρβαρος, τῆς ἀνθρωπίνης ἀσθενείας κατεσοβαρεύετο, λέγων· «Τὴν οἰκουμένην ὅλην τῇ χειρὶ καταλήψομαι ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν, ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι.» Καὶ τοῦτο λέγων, ἀντήκουε παρὰ τοῦ τῶν ὅλων κρατοῦντος Θεοῦ· Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον, οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας. Οὐ μὴ μείνῃς

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
