# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.609

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.609

εἰς τὸν αἰῶνα χρόνον. Ὁ τοίνυν τῆς τυραννίδος αὐτῷ τὴν συντέλειαν ἀπειλήσας Θεὸς, ὅτε δι' ἡμᾶς γέγονεν ἄνθρωπος, ὡς ἤδη παρόντος καιροῦ, καθ' ὃν ἔδει πικρὰς ἐξαιτεῖσθαι δίκας τὸν ἀλαζόνα καὶ μιαιφόνον, «ἔκρινε τὴν οἰκουμένην ἐν δικαιοσύνῃ.» Ἐδίκασε γὰρ αὐτῷ τε καὶ ἡμῖν· καὶ τὸν μὲν ἄδικόν τε καὶ πλεονέκτην εὑρὼν, «σειραῖς ζόφου ταρταρώσας, κατὰ τὸ γεγραμμένον, παρέδωκεν εἰς κρίσιν» μεγάλης ἡμέρας τηρεῖσθαι κολασθησόμενον. Τοὺς δὲ κατὰ πᾶσαν τὴν οἰκουμένην τῶν τῆς ἁμαρτίας ἀπέλυσε δεσμῶν, δικαιώσας τῇ πίστει, καὶ πρὸς τὸν ἀρχαῖον αὖθις ἀνακομίσας ἁγιασμόν. Ὅτι γὰρ ἐκεῖνον εὐθύνεσθαι δεῖν, ἐφ' οἷς εἰς ἡμᾶς πεπλημμέληκεν, ἐκ μακρῶν αἰτοῦντες φαινόμεθα χρόνων, συνήσεις δὲ μάλα τοῖς τοῦ Μελῳδοῦ προσχὼν ῥήμασιν, ὅτε τὸ κοινὸν ὥσπερ τῆς ἀνθρωπότητος εἰσκεκόμικε πρόσωπον, προσπίπτων τε ἅμα Θεῷ καὶ λέγων· «Ἐξεγέρθητι καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου, καὶ ὁ Κύριός μου εἰς τὴν δίκην μου.» Ὅτι τε πάλιν τῆς μὲν τοῦ διαβόλου τυραννίδος κατεδίκασεν ὁ Σωτὴρ, ἐλευθέρους δὲ ἡμᾶς ἀποφήνας, ἑαυτῷ κατεκτήσατο, πῶς οὐκ ἂν γένοιτο παντὶ τὸ σαφὲς, βοῶντο ἐν εὐαγγελλικοῖς συγγράμμασι· «Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος τούτου· νῦν ὁ ἄρχων τοῦ αἰῶνος τούτου ἐκβληθήσεται ἔξω, κἀγὼ ὅταν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν;» Ὁ λέγων ἀρτίως, οὐχὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀφῖχθαι πρὸς ἡμᾶς, ἤτοι ἀπεστάλθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἵνα κρίνῃ τὸν κόσμον, νῦν ἔφη κρίσιν εἶναι τοῦ κόσμου; Πρόδηλον οὖν ἄρα, καὶ οὐδαμόθεν ἀμφίλογον, ὅτι δεδικαίωκεν ἡμᾶς, κατεψηφίσατο δὲ τὴν ἀπώλειαν τοῦ μιαιφόνου θηρός. Ἐκβέβληται γὰρ ἔξω, τουτέστιν, εἰς ἀχρειότητα παντελῆ, καὶ τῆς κατὰ τῶν ἀδικησάντων ἀρχῆς. Σταυρωθεὶς γὰρ ὑπὲρ πάντων καὶ διὰ πάντας ὁ Ἐμμανουὴλ, αἵματι τῷ ἰδίῳ τὴν ἁπάντων ζωὴν ἐξεπρίατο, καὶ συνῆψε δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ τὸ τῆς ἀρχαίας οἰκειότητος ἀποσκιρτῆσαν γένος. «Μεσίτης γάρ ἐστι Θεοῦ καὶ ἀνθρώπου,» κατὰ τὸ γεγραμμένον, ἀῤῥήτῳ τινὶ συνόδῳ κεράσας τὸ νοούμενον, ἐν ταὐτῷ δὲ ὑπάρχων ἄνθρωπος τε καὶ Θεός· διά τε τοῦτο τῆς μὲν τοῦ τεκόντος οὐσίας φυσικῶς ἐξημμένος, ἡμῶν δὲ ὡς ἄνθρωπος. Οὐ γὰρ ἦν ἑτέρως δύνασθαι διασωθῆναί ποτε τὸ φθείρεσθαι πεφυκὸς, καὶ εἰς πεπηγμένην ἔφεσιν ἀρετῆς ἀναβῆναι τὸ σεσαλευμένον, εἰ μὴ καταβέβηκεν εἰς κοινωνίαν τὴν πρὸς αὐτὸ τὸ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀπαύγασμα, τουτέστιν ὁ Υἱὸς ἁπάσης τε φθορᾶς ἀμείνων ὑπάρχων καὶ τροπῆς, μᾶλλον δὲ ἄβατον ἔχων παντελῶς τοῖς τοιούτοις τὴν φύσιν. Ἐπ' οὖν τούτοις ἅπασι τὰ τῆς ἡμετέρας ἑορτῆς συνθήματα· καὶ «χαίρουσι μὲν οὐρανοὶ, ἀγαλλιᾶται δὲ τὰ πεδία,» κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Συγχαίρει γὰρ τοῖς ἐπὶ γῆς τὰ οὐράνια τάγματα. Καὶ γοῦν εὑρήσομεν λέγοντας τοὺς ἁγίους ἀγγέλους, ὅτε Χρι-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
