# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.612

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.612

στὸς ἐγεννήθη· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Χριστὸς γάρ ἐστι «πάντων ἡ εἰρήνη,» κατὰ τὰς Γραφὰς, ἐθελούσιον ὑπὲρ ἡμῶν ὑπομείνας κένωσιν. Δι' ἡμᾶς δὲ γεγονὼς ἐν τοῖς καθ' ἡμᾶς, καὶ ἡμετέρας φύσεως οὐκ ἀτιμάσας τὸ μέτρον· οὐδὲ τῆς τοῦ δούλου μορφῆς ἐρυθριάσας τὴν πτωχείαν, ἵνα καὶ ἡμεῖς διά τε τῆς πίστεως τῆς εἰς αὐτὸν, καὶ τοῦ ἁγίου βαπτίσματος, ἐν μεθέξει γεγονότες τοῦ Πνεύματος, εἰς τὴν αὐτοῦ πολιτείαν καὶ ζωὴν ἀναμορφούμενοι, τὴν τοῦ ποιήσαντος ἡμᾶς ἀπαστράπτωμεν εἰκόνα. Ὅτι γὰρ ἡμᾶς ἡ ἀληθής τε καὶ ἀκαπήλευτος πίστις ἀναπλάττει τρόπον τινὰ, πρὸς Θεὸν, καὶ τῆς θείας φύσεως ταῖς ἡμετέραις ψυχαῖς διὰ τῆς ἐν Χριστῷ πολιτείας ὁ χαρακτὴρ ἐνσημαίνεται, μαθήσῃ, τοῦ Παύλου λέγοντος τοῖς εἰς νομικὴν παλινδρομήσασιν ἐντολὴν, μετὰ τὸ θεῖόν τε καὶ οὐράνιον βάπτισμα· «Τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Μορφοῦται γὰρ Χριστὸς ἐν ὑμῖν οὐχ ἑτέρως, εἰ μὴ διὰ πίστεως ἀνεγκλήτου, καὶ πολιτείας εὐαγγελικῆς· «Οὐ γὰρ ἐν παλαιότητι γράμματος, ἀλλ' ἐν καινότητι πνεύματος» περιπατεῖν ἀναγκαῖον τοὺς, οἵ γε βαδίζειν ἰέντας πρὸς Θεόν. Ὅπερ ἂν, οἶμαι, καὶ ἐφ' ἡμῶν αὐτῶν ἐνεργηθείη καλῶς, ὅταν ἐφέσει τῇ εἰς ἅπαν ὁτιοῦν ἀγαθὸν, τὸν οἰκεῖον ὥσπερ νευρώσαντες νοῦν ὡς ἁπάσης ἁγνείας ἡμῖν ἐσομένην μητέρα, τὴν εὐαγεστάτην ταύτην νηστείαν παραδεξώμεθα ὀλιγοσιτίαις μὲν σωφρόνως ἀρκούμενοι, καὶ ἀκαρυκεύτου περιεργίας ἐλευθέραν τῶν ἐδωδίμων τηροῦντες τὴν μέθεξιν, ἵνα καὶ τὸν τῆς διανοίας ἀπολεπτύνωμεν ὀφθαλμόν. Πλὴν εὖ μάλα πρὸς τούτῳ κἀκεῖνο γινώσκοντες, ὡς οὐκ ἀπόχρη πρὸς ἁγιασμὸν ταῖς ἡμετέραις ψυχαῖς ὁ τῆς σαρκὸς πόνος, οὐδ' ἂν ἐξαρκέσαι τισὶ πρὸς ἐπίδειξιν ἀρετῆς τῆς ἀσιτίας τὸ χρῆμα· μὴ οὐχὶ τῆς ἐν ἔργοις ἁγνείας, καὶ τῆς τοῦ βίου σεμνότητος συμπαρεζευγμένον τρόπον τινὰ, καὶ τῷ τῆς νηστείας συνθεουσῶν καυχήματι. Χρῆναι γὰρ οἶμαι, μᾶλλον δὲ εἶναί φημι τῶν ἀναγκαιοτάτων τὸ τελείως τε καὶ ὁλοτρόπως τῇ εἰς Χριστὸν ἀνακεῖσθαι λατρείᾳ· καὶ μὴ ἑτέρωσέ ποι παρεκκλίνοντας ἀμαθῶς, τῆς εὐθείας ἐξοίχεσθαι, καὶ τρίβον ἀφέντας τὴν εὐστιβῆ δι' ἧσπερ ἄν τις ἴοι πρὸς Θεὸν, τὴν ἀνάντη φέρεσθαι, καὶ πρὸς τὸ τῷ διαβόλῳ δοκοῦν ἀσυνέτως ἐκτελευτᾷν. «Δύναται γὰρ οὐδεὶς, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, δυσὶ δουλεύειν κυρίοις· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ τοῦ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει.» Παραιτητέον οὖν ἄρα τὸν οὐκ ὄντα δεσπότην, φημὶ δὴ τὸν Σατανᾶν, ἵνα τὸν ὄντως καὶ ἀληθῶς ἀγαπῶμεν Κύριον. Τίς δ' ἂν γένοιτο παρ' ἡμῶν ὁ τῆς ἀγαπήσεως τρόπος, αὐτὸς δι' ἑαυτοῦ φωταγωγήσει, λέγων ὁ Κύριος· «Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρεῖ.» Οἱ δὲ τῆς τοῦ Σωτῆρος ἐντολῆς γνήσιοι φύλακες, ἀνεξή-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
