Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.613
Not analysed yet
τητον ἔχουσι τὴν εὐσέβειαν· καὶ τῆς τοῦ διαβόλου πλεονεξίας οὐκ ἀνεχόμενοι, τὸν τῆς ἁμαρτίας ἀποσείονται ζυγὸν, καὶ πρὸς ἐλευθέραν βλέπουσιν ἕξιν· καταθλοῦντες μὲν ἅπασαν ἔκτοπόν τε καὶ μυσαρὰ ἡδονήν· τὰς δὲ τῆς σαρκὸς ἐπιθυμίας τοῖς ἐξ ἀσκήσεως νεκροῦντες πόνοις. Καὶ αὐτοῦ δὲ τοῦτο βοῶντος ἀκούσῃ τοῦ Παύλου· «Οἱ γὰρ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Οὐκοῦν, ἐρῶ γάρ τι πάλιν παρὰ τοῦ Παύλου λαβὼν, «Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχειοῦμεν, νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, τουτέστι πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν· παριστάντες δὲ μᾶλλον ἑαυτοὺς εἰς ὀσμὴν εὐωδίας,» κατὰ τὸ γεγραμμένον, καὶ θυσίαν ὥσπερ τινὰ πνευματικὴν οἰκείαν ἀνατιθέντες ζωὴν τῷ φιλαρέτῳ Θεῷ. Πόνων γὰρ τῶν ἀγαθῶν ὁ καρπὸς ἔσται πάντως εὐκλεής. Μὴ γὰρ δή τις οἰέσθω τῶν καθ' ἡμᾶς, ὡς ἀκονιτὶ μὲν κατορθώσει τὸ ἀγαθὸν, ἱδρῶτος δὲ οὐδενὸς εἰς πεῖραν ἐλθὼν, τῆς ἁμαρτίας κατακαυχήσεται. Δεινὸς γὰρ ἀντιπράττειν ὁ Σατανᾶς, καὶ τοῖς ἐξ ἀπάτης διακωλύμασι παραποδίζειν ἱκανὸς τῶν ὀρθῶς τε καὶ ἀνεγκλήτως βιοῦν ἑλομένων τὴν διάνοιαν, καὶ τοὺς ἤδη βλέποντας εἰς κατόρθωσιν ἀρετῆς παραλύσαι πόνους. Παραληψόμεθα δὲ πρὸς ἀπόδειξιν τῶν εἰρημένων, σαφῆ τε καὶ ἀναμφίλογον, τὰ ἐν τῇ Ἐξόδῳ, βιβλίον δὲ τοῦτο Μωσαϊκὸν, δεδραμένα τε καὶ γεγραμμένα. Εἰκόνας γὰρ ὥσπερ καὶ τύπους ἐναργεστάτους τῶν ἀφανεστέρων τὰ ἐμφανῆ καθίστη Θεὸς, καὶ ὅσαπερ ἄν τις τοῖς ἀρχαιοτέροις κατίδοι συμβεβηκότα, ταῦτα τῶν ἐν παραβύστῳ καὶ νοητῶν εἰς ἀπόδειξιν ἑαυτῷ παραθεὶς, οὐκ ἂν ἁμάρτῃ τοῦ πρέποντος. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς περὶ τούτων ἡμῖν συμφέρεται λόγοις, ὡδί πως ἀνακεκραγὼς, καὶ λέγων περὶ τῶν ἀρχαιοτέρων· «Ὅτι δὲ ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν.» Ἔστι τοίνυν ἐξ ἀρχαίας ἱστορίας καθάπερ ἐν πίνακι λεπτῶς ἰδεῖν διαγεγραμμένον, τήν τε τοῦ διαβόλου πλεονεξίαν, ἣν ἐποιήσατο καθ' ἡμῶν ὁ πάντα τολμῶν εὐκόλως, καὶ ὅτι τοῖς εἰς ἐλευθέραν ἰοῦσιν ἕξιν τε καὶ προθυμίαν, δριμὺς ὑπαντᾷ τοὺς τῆς ἁμαρτίας ὅρους ἐκτρέχειν οὐκ ἐῶν· ἐμφιλοχωρεῖν δὲ μᾶλλον ἐπαναγκάζων αὐτῇ, καὶ οὐχ ὁλόκληρον ἐπιτελεῖσθαι κελεύων τὴν εἰς Θεὸν εὐλάβειαν· καὶ ἄρα τις ἕληται φρονεῖν ὀρθῶς. Τίς οὖν ἄρα τῆς ἱστορίας ὁ λόγος, καιρὸς, ὡς ἔοικεν, εἰπεῖν. βʹ. Λελῄστευταί ποτε τὴν τῆς ἀρχαίας ἐλευθερίας τιμήν τε καὶ δόξαν ὁ Ἰσραήλ· ὁ γάρ τοι τῶν Αἰγυπτίων ὠμότατος τύραννος, σκληρὸν μὲν αὐτοῖς τῆς δουλείας ἐπετίθει τὸν ζυγὸν, οὐκ ἀνεὶς δὲ τῶν ἔργων, πηλῷ καὶ πλινθείᾳ τοὺς Ἰουδαίους κατῃκίζετο. Ἀλλ' ὡς ἠλέει Θεὸς, τεθρυμμένους τε ἤδη καὶ τῇ τοῦ κρατοῦντος ἀπανθρωπίᾳ δαπανωμένους ὁρῶν, καὶ πρὸς τὴν ἄνωθεν αὐτοὺς, καὶ ἀρχαιοτάτην ἐλευθερίαν