# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.616

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.616

ἀνακομίζειν ἐσκέπτετο, Μωσῇ τῷ πανσόφῳ λέγειν ἐκέλευεν, ὡς αὐτὸν οἰχομένῳ τῶν Αἰγυπτίων τὸν τύραννον· «Τάδε λέγει Κύριος ὁ Θεὸς τῶν Ἑβραίων· Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι δουλεύσωσιν ἐν τῇ ἐρήμῳ.» Διατί μὴ μᾶλλον ἐν Αἰγύπτῳ λατρεύειν ἐκέλευε; τί δὲ πρὸς ἐρήμους ἐκάλει τόπους; Ἆρα οὐκ ἀκόλουθον συνιδεῖν, ὅτι τοὺς οἵ γε λατρεύειν τῷ πάντων κρατοῦντι Θεῷ ἔμελλον, πρῶτον μὲν ᾤετο δεῖν τὸν τῆς ἑτέρων δουλείας ἀποπέμπεσθαι ζυγὸν, πρὸς ἀποθέσθαι δὲ ὥσπερ τὸ τοῖς διαβολικοῖς προστάγμασιν ὡς ἐξ ἀνάγκης ὑπηρετεῖν, ἀποπαύσασθαι δὲ καὶ πηλοῦ καὶ πλινθείας· ὅ ἐστι πάλιν ἀποσχέσθαι τε καὶ καταλῆξαι λοιπὸν τῆς τῶν ἐπιγείων ἔργων ἀκαθαρσίας, ἵνα πᾶσαν ὥσπερ ἐκβαίνοντες τὴν τοῦ πλεονεκτήσαντος χώραν, λοιπὸν ὡς εἰς ἔρημον ἐλεύθερόν τε καὶ ἀνειμένον γεγονότες φρόνημα, καθαροὶ καθαρῶς, προσίοιεν ταῖς εἰς Θεὸν λατρείαις. Ἀλλ' ὁ μὲν θεσπέσιος καὶ μέγας ὄντως Μωσῆς ἐκεῖνα διεκελεύετο, καὶ πρὸς ἔρημον τὴν καθαρωτάτην ἐκάλει τὸν Ἰσραήλ. Ἀνθωπλίζετό γε μὴν ῥιψοκινδύνως ὁ Φαραὼ, καὶ τῆς θείας δόξης κατεθρασύνετο λέγων· «Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἀποστελῶ.» Ἐπειδὴ δὲ ταῖς ἄνωθεν ἐνικᾶτο πληγαῖς, πρὸς ἀβούλητον ἤδη κατέῤῥει σύνεσιν, ὅλης αὐτῷ κινδυνευούσης τῆς χώρας, εἶτα ποικίλους αὐτοῖς παραποδισμάτων ἐπενόει τρόπους, καὶ τὸν τῆς δουλείας ζυγὸν οὐκ εἰς ἅπαν ἀνεὶς, ἑτέρως αὐτοὺς διακωλύειν ἐπειρᾶτο, λέγων· «Πορευθέντες, θύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἐν τῇ γῇ μου.» Ὁρᾷς ὅπως κἂν ἐξέλκῃ πως τῆς ἁμαρτίας ὁ τοῦ Θεοῦ νόμος, ἀντεγείρεται μὲν ἀντιπράττων ὁ Σατανᾶς. Ὑπεραθλοῦντός γε μὴν τῆς ἁπάντων ζωῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀνασειράζει μὲν ἄκων τὴν πλεονεξίαν, τὸ, καθ' ὧν ἂν βούλοιτο τυραννεῖν, οὐκ ἔχων ἱππήλατον. Ἀλλ' οὖν ἔξω παντελῶς τῆς ἰδίας ἡμᾶς οὐκ ἐφίησι γῆς· μερίζεσθαι δὲ, ὥσπερ ἐπ' ἄμφω κελεύει, εἴς τε τὸ αὐτῷ δοκοῦν, καὶ τὸ τῷ πάντων Δεσπότῃ. Ἀλλ' ἔστιν ἀμήχανον ἀμώμητον παρ' ἡμῶν τὸν τῆς λατρείας γενέσθαι τρόπον, εἰ μὴ ὥσπερ πάσης ἐκδεδραμηκότες τῆς τοῦ διαβόλου χώρας, ἀμέτοχοι παντελῶς τῆς ὑπ' ἐκείνῳ θητείας εὑρισκοίμεθα. Ὅτι δὲ ἀληθὴς ὁ λόγος, ἐξ αὐτῶν τε τῶν τοῦ πανσόφου Μωσέως πληροφορήσω ῥημάτων. Τί γὰρ ἔφη πρὸς Φαραὼ, «Πορευθέντες, λέγοντα, θύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἐν τῇ γῇ μου;» βοῶν, οὐ δυνατὸν γενέσθαι οὕτως· «Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν,» καθάπερ ἔφθην εἰπών· καὶ ἔστι τῶν ἀκαλλεστάτων φαυλότητός τε ὁμοῦ, καὶ τῶν τελούντων εἰς ἀρετὴν ὁρᾶσθαι δημιουργοὺς, καὶ τοῖς τοσοῦτον ἀλλήλων διωρισμένοις τὴν ἰσομοιροῦσαν ἀπονέμειν σπουδὴν, ὡς μαλακίζεσθαι μὲν ἔσθ' ὅτε νοσοῦντα τὸν νοῦν τὸ τῷ διαβόλῳ τετιμημένον, ἀναῤῥώννυσθαι δὲ αὖθις εἰς τὸ ἀρέσκον Θεῷ, δικαιωτάτην ὥσπερ ἐφ' ἑαυτῷ καλοῦντα τὴν καταβοήν. Δι' ὧν γὰρ ἔγνω τιμᾷν, ἃ χρῆν ἑλέσθαι καὶ μόνα τῆς

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
