# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.625

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.625

νον. Λέγει γὰρ οὕτω· «Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπε πρός με· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τὸ ἐκπορευόμενον τοῦτο. Καὶ εἶπα· Τί ἐστι; Καὶ εἶπε· Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον· καὶ εἶπεν· Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ. Καὶ ἰδοὺ τάλαντον μολίβδου ἐξαιρόμενον. Καὶ ἰδοὺ γυνὴ μία ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου· καὶ εἶπεν· Αὕτη ἐστὶν ἡ ἀνομία· καὶ ἔῤῥιψεν αὐτὴν εἰς μέσον τοῦ μέτρου, καὶ ἔῤῥιψε τὸν λίθον τοῦ μολίβδου εἰς τὸ στόμα αὐτῆς. Καὶ ἦρα τοὺς ὀφθαλμούς μου, καὶ εἶδον· καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι, καὶ πνεῦμα ἐν ταῖς πτέρυξιν αὐτῶν· καὶ αὗται εἶχον πτέρυγας, ὡς πτέρυγας ἔποπος· καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τῆς γῆς καὶ τοῦ οὐρανοῦ.» Ἀκούεις ὅπως ἐν σχήματι μὲν γυναικὸς ἡ ἀνομία τῷ προφήτῃ φαίνεται· αἱ δὲ πρὸς ὕψος αἴρειν αὐτὴν ἐπιχειροῦσαι ψυχαὶ, τῆς ἐνούσης αὐτῇ δυσειδείας τὸν ἴσον ἔχουσι τρόπον. Καὶ αὗται γὰρ ὁρῶνται γυναῖκες. Ἔποπός γε μὴν ἐμπεφυκέναι πτέρυγας αὐταῖς ὁ προφητικὸς ἡμῖν διϊσχυρίσατο λόγος, ἵνα διὰ τούτου τὸ ἕτοιμον εἰς ἀκαθαρσίαν, καὶ τὸ εὐπετὲς εἰς φιλοσαρκίαν τῶν ἀνοσίων ἐπιδείξῃ ψυχῶν. Ἀκάθαρτον γὰρ τὸ στρουθίον, φημὶ δὴ τὸν ἔποπα, σκωλήκων τε καὶ περισσευμάτων τῶν ἀπὸ γαστρὸς ὅτι μάλιστα βορόν. Τοιαύτη δὲ πᾶσα φιλαμαρτήμων τε καὶ φιλήδονος ὁρᾶται ψυχή. Νοῦς μὲν γὰρ ὁ καθαρὸς τοῖς τῆς ἀληθείας ἐντρέφεται λόγοις. Ἀλήθεια δὲ νοεῖται Χριστός. Ὁ δὲ γήϊνος καὶ φιλοβόρβορος, καθάπερ τινὰς σκώληκας ἕρποντας ἐν ἑαυτῷ, τὰς ἐφ' ἑκάστῳ τῶν φαύλων ἐπιθυμίας ὁρῶν, συλλέγει καὶ τρέφεται, τῆς ἐντεῦθεν δυσωδίας ἀφειδήσας παντελῶς. Εἰ τοίνυν ἡδύ τε καὶ φίλον λελόγισται παρ' ἡμῖν τὴν εὐκλεεστάτην τοῦ Σωτῆρος εἰκόνα φέρειν, καὶ ἀναμορφοῦσθαι πρὸς ἐκεῖνο τὸ θεῖον καὶ οὐράνιον κάλλος, παραιτώμεθα τὸν δυσειδέστατον τῆς ἁμαρτίας χαρακτῆρα· φύγωμεν φρένα τὴν μαλακὴν, καὶ ταῖς τοῦ διαβόλου δυστροπίαις εὐκαταγώνιστον. Ἀνδριζώμεθα δὲ μᾶλλον κατὰ Χριστὸν, ἵνα καὶ μέτοχοι τῆς αὐτοῦ εὑρισκώμεθα ζωῆς, γεγονότες ἐν προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ. Οὕτω γὰρ, οὕτω τὴ τοῖς ἡμετέροις σώμασιν ἐνοικήσασαν φθορὰν, καθάπερ τι τῶν δυσαχθεστάτων φορτίων ἀποσεισάμενοι, τὴν τῆς ἁμαρτίας μεταμφιασόμεθα δόξαν, οὐ τὴν τῆς σαρκὸς ἀρνούμενοι φύσιν, ἀλλ' εἰς τὸ τῆς ἀφθαρσίας ἀναστοιχειούμενοι καύχημα, καὶ μετὰ σαρκὸς καὶ ἀῤῥήτῳ τινὶ τῇ παρὰ Χριστοῦ καταστίλβοντες δόξῃ· «Μετασχηματιεῖ γὰρ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὑτοῦ,» καθὰ γέγραπται. Ὅτι δὲ καίτοι φθαρτῆς ὄντες φύσεως, ἐπείπερ ἐγεγόναμεν ἐν προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, ἄφθαρτοι διαμενοῦμεν, κατημφιεσμένοι τοῦ Σωτῆρος τὴν δόξαν, οὐδὲν ἡμῖν ἧττον κἀκεῖνο σαφηνιεῖ τὸ παρὰ τῇ θείᾳ κείμενον Γραφῇ παράδειγμα. Διδάξαι γὰρ ἐθελήσας ὁ πάντα ἰσχύων Θεὸς, ὅτι καὶ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
