# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.628

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.628

τὸ φθείρεσθαι πεφυκὸς, εἰς ἕτερόν τι παρ' ὅπερ ἐστὶ μετασχηματίζεται, καὶ τὴν εἰς τὸ ἄμεινον ἀνίσχει μεταδρομὴν, εἰ τῆς ἐποπτείας ἀξιοῖ τὸ τῆς παρ' αὐτοῦ· «Ὀφθαλμοὶ γὰρ Κυρίου ἐπὶ δικαίους,» κατὰ τὸ ἐν Ψαλμοῖς γεγραμμένον· λέγει πρὸς τὸν ἅγιον Μωσέα καὶ τὸν Ἀαρών· «Πλήσατε τὸ γομὸρ τοῦ μὰν, εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμῶν· καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· Λάβε στάμνον χρυσοῦν ἕνα, καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομὸρ τοῦ μὰν, καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ Θεοῦ, εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν.» Καίτοι τὸ μάννα, κατά γε τὴν ἰδίαν φύσιν ἐφθείρετο, ἀχρειότατον δὲ παντελῶς τοῖς ἐθέλουσι τηρεῖν, καὶ εἰς μίαν τὴν ἐφεξῆς ἡμέραν εὑρίσκετο· ἀλλ' ἔμενεν ἀδιάφθορον, ἐν ὄψει τεθὲν τοῦ Θεοῦ διὰ χειρὸς Ἀαρὼν, καὶ τῇ χρυσῇ συνεχόμενον στάμνῳ. Ὅτι δὲ καὶ εἰς ἡμᾶς αὐτοὺς ἔσται τι τοῦτον, ἐνδοιάσειν οἶμαι μηδένα. Ὁ γὰρ ἅγιος ὄντως ἀρχιερεὺς τῶν ἡμετέρων ψυχῶν, τουτέστι Χριστὸς, περιστελεῖ μὲν τῇ δόξῃ τῇ θείᾳ, καθάπερ τινὶ χρυσῷ τὸ ἡμέτερον σῶμα· παραθεὶς δὲ ὥπερ ἐν ὄψει τοῦ Θεοῦ καὶ Πατρὸς, μεταθήσει πρὸς ἀφθαρσίαν. Ὑποκεισόμεθα γὰρ οὐκέτι τῇ φθορᾷ· μενοῦμεν δὲ μᾶλλον εἰς τὸ διηνεκές. Εἰς ὑπόδειγμα γὰρ τοῦ πράγματος ἐλήφθη τὸ μάννα. Ἀποκειμένης τοιγαροῦν τῆς οὕτω λαμπρᾶς τοῖς ἁγίοις λαμπάδος, τὸν ἐκ ῥᾳθυμίας ἡμῖν ἐπισυμβαίνοντα νυσταγμὸν τῆς ἑαυτῶν διανοίας ὡς ποῤῥωτάτω διωθούμενοι, μετὰ νήψεως ἀγαθῆς τὴν ἑαυτῶν σωτηρίαν κατεργαζώμεθα. Καὶ διὰ τοῦ κατορθοῦν ἐπείγεσθαι πᾶν εἶδος ἀρετῆς, ἕπεσθαί τε καὶ λίαν εὐτόνως τοῖς εὐαγγελικοῖς προστάγμασι, καλὰς τῷ Σωτῆρι τὰς ἀμοιβὰς ἐκτίσωμεν, καὶ τῷ τῆς ἁπάντων ζωῆς ὑπεραθλήσαντι, ἐκπριαμένῳ τε ἡμᾶς τῷ ἰδίῳ σταυρῷ, προσκομίζωμεν χαριστήρια θυσίας πνευματικὰς, κατὰ τὸν ψάλλοντά που καὶ λέγοντα· «Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν· ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου.» Οἱ γὰρ ὅλως τὴν πίστιν καταδεξάμενοι, Κύριόν τε καὶ Θεὸν ὁμολογήσαντες τὸν Χριστὸν, ὑπεσχόμεθα τὴν δουλείαν, προσεγραψάμεθα τὴν ὑπακοήν· χρεωστοῦμεν αὐτῷ τὸ πειθήνιον. Ἐννοήσωμεν γὰρ ὅτι κατὰ φύσιν Θεὸς ὑπάρχων, ἅτε δὴ καὶ ἐκ Θεοῦ πεφηνὼς, ἀῤῥήτως καὶ ὑπὲρ νοῦν ἐξ αὐτῆς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἀναλάμψας οὐσίας, διά τε τοῦτο καὶ λίαν εἰκότως ἐν μορφῇ καὶ ἰσότητι τῇ κατὰ πᾶν νοοῦμεν, ὥστε καὶ ὑπάρχων ἀληθῶς, «τεταπείνωκεν ἑαυτὸν,» κατὰ τὰς Γραφὰς, «μορφὴν δούλου λαβὼν,» τουτέστι γενόμενος καθ' ἡμᾶς, ἵνα καὶ ἡμεῖς κατ' αὐτὸν [γενώμεθα], εἰς τὸν διὰ χάριτος ἐξεικονισμὸν διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας ἀναμορφούμενοι. Ἐπείπερ εἷς ἐξ ἡμῶν, ὁ δι' ἡμᾶς μὲν, ἄνθρωπος καθ' ἡμᾶς· Θεὸς δὲ, δι' αὑτὸν καὶ τὸν φύσαντα, καὶ πρὸ τῆς ἐνανθρωπήσεως, καὶ ὅτε γέγονεν ἄνθρωπος. Οὐ γὰρ ἐνεδέχετο μὴ εἶναι Θεὸν τὸν ἐκ Θεοῦ κατὰ φύσιν, εἰ καὶ «γέγονε σὰρξ,» κατὰ τὴν Ἰωάννου φωνήν. Καὶ γοῦν τῷ γνησίῳ ποτὲ μα-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
