Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.629
Not analysed yet
θητῇ (Φίλιππος δὲ οὗτος ἦν), ἀντιβολοῦντι καὶ λέγοντι· «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν·» ἑαυτὸν εἰς ὄψιν παραθεὶς τῆς τοῦ Πατρὸς οὐσίας τε καὶ δόξης, ἔλεγε· «Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με; Φίλιππε, ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἔδειξε γὰρ ἡμῖν ἐν ἰδίᾳ φύσει τὴν τοῦ Πατρὸς, καὶ διὰ τῆς ἐφ' ἅπασι θεοπρεποῦς ἐνεργείας, οὐσιώδη χαρακτῆρα πρὸς γνῶσιν ἡμῖν ἑαυτὸν παραθεὶς τοῦ φύσαντος, τὸν ἀληθῆ καὶ μόνον ἔδειξε Θεόν. Τοιγάρτοι, νεκροῖς μὲν ἐκέλευσε παλινδρομεῖν εἰς ζωὴν, κατεφθαρμένοις τε ἤδη καὶ δυσωδόσι· θαλάττῃ δὲ καὶ πνεύμασιν ἐξουσιαστικῶς ἐπεφώνει· «Σιώπα, πεφίμωσο·» τυφλοῖς δὲ τοῖς ἐκ σπαργάνων τὸ γλυκὺ καὶ τριπόθητον ἐνετίθει φῶς, καὶ πρὸς τούτοις ἕτερα μυρία παραδόξως εἰργάζετο. «Θεὸν μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε,» κατὰ τὸν ἄγιον εὐαγγελιστήν. Ὃ γὰρ ὑπάρχειν νοεῖται, καὶ ἔστιν ἀληθῶς ἡ θεία τε καὶ ἀπερινόητος φύσις, ποῖος ἂν κατίδοι σώματος ὀφθαλμός; ἢ πῶς ἂν ὅλως ὁρῷτο τὸ κατ' οὐσίαν οὐχ ὁρατόν; τίς δὲ τὸ ἀπρόσιτον ἐκεῖνο κατόψεται φῶς, καίτοι τῆς ἡλιακῆς ἀκτῖνος ἀπρόσβλητον τοῖς ἡμετέροις ὀφθαλμοῖς ἀποστιλβούσης τὴν ἔκλαμψιν; Ἀλλ' ἦν ἀνάγκη λοιπὸν, καὶ αὐτὸν ἡμᾶς ἰδεῖν τὸν Θεόν. Οὐκοῦν διὰ τῶν θαυμάτων ἡ θέα· καὶ ἐν τοῖς παραδόξως ἀποτελουμένοις, τὸ τῆς θείας φύσεως νοηθήσεται κάλλος. Καὶ ἡ Σοφία δὲ πάλιν, ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως θεωρεῖσθαι τὸν τούτων ἔφη δημιουργόν. Ἵνα τοίνυν θαυματουργήσας ἐπιγινώσκηται, καὶ δείξῃ μὲν ἡμῖν ἐν ἑαυτῷ τὸν Πατέρα, πιστεύηται δὲ ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν, καὶ τῶν ὅλων Κύριος, γέγονε καθ' ἡμᾶς ἄνθρωπος, δηλονότι, καὶ τὴν ἡμετέραν ὁμοίωσιν ὑποδὺς, «ἐπὶ γῆς ὤφθη,» κατὰ τὸ εἰρημένον ὑπὸ τῶν σοφῶν, «καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ἐπειδὴ δὲ τοῖς Ἰουδαίοις ἐξ ἐπαγγελίας ὠφείλετο, «γεγέννηται μὲν ἐν Βηθλεὲμ τῆς Ἰουδαίας,» κατὰ τὰς Γραφάς· ἐδίδαξε δὲ παρὰ πρώτοις αὐτοῖς, καὶ τῆς τοῦ Μωσέως συγγραφῆς, ἅτε δὴ καὶ ἐν τύποις τὸ πάλαι συντεταγμένης, τὴν ἀσυγκρίτως ἀμείνω τοῖς ἀκροωμένοις ἐχαρίζετο γνῶσιν· «Τετελείωκε μὲν γὰρ ὁ νόμος οὐδέν.» Πληρέστατον τῆς εὐσεβείας τὸ καύχημα διὰ τῶν τοῦ Σωτῆρος ἡμῶν ἐνταλμάτων προσγίνεται. Καιροῦ τοιγαροῦν τὰ ἐν τύποις τεθεσπισμένα μεταπλάττεσθαι λοιπὸν εἰς ἀλήθειαν ἀναπείθοντος, ἐπεφώνει Χριστὸς τοῖς ἐξ αἵματος Ἰσραήλ· «Ἐγώ εἰμι ἡ ἀλήθεια,» μονονουχὶ τοῦτο λέγων· Παρίτω λοιπὸν ἡ Μωσέως ἐντολὴ, καὶ ἀργείτω μὲν ὁ τύπος, καὶ λατρείας τῆς ἐν σκιαῖς τὸ ἀνόητον, ἀναλαμπέτω δὲ λοιπὸν τῆς ἀληθείας ἡ δύναμις, καὶ τῆς κατ' ἐνέργειαν ἀρετῆς ἡ χάρις αὐτοῖς ὁράσθω νυνὶ τελουμένη τοῖς πράγμασι· «Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.»