# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.632

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.632

εʹ. Ἀλλ' οἱ σκληροὶ καὶ ἄτεγκτοι τῶν Ἰουδαίων λαοὶ, οἱ πρὸς μόνην ὁρῶντες ἀναισθησίαν, καὶ μανίαν νοσοῦντες θηριοπρεπῆ, οὐχ ὅπως προσίεσθαι δεῖν ἐλογίζοντο, τὸν διὰ νόμου καὶ προφητῶν, ὅτι τε ἥξει προηγγελμένον, καὶ ἅπαν ἡμῶν διασώσει τὸ γένος, ἀλλ' εἰς τοῦτο κατώλισθον ἀπονοίας οἱ τάλανες, ὡς διδάσκοντα μὲν, καὶ τὰ ὑπὲρ νόμον εἰσηγούμενον ἀσυνέτως διαγελᾷν· ποιεῖσθαι δὲ παρ' οὐδὲν τὸ οὕτω σεπτὸν καὶ τίμιον μάθημα, καὶ λοιδορίαις μὲν αὐτὸν ἐκτόποις κατασφενδονᾷν, φάγον δὲ καὶ μέθυσον καὶ Σαμαρείτην οὐ κατοκνῆσαι καλεῖν· παραιτήσομαι γὰρ τὰ ἔτι τούτων εἰπεῖν χαλεπώτερα. Τοιγάρτοι καὶ διὰ τῆς τῶν ἁγίων προφητῶν κατεθρηνεῖτο φωνῆς ὁ τοῖς οὕτω δεινοῖς ἁλοὺς τολμήμασι· «Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔτι μὴ προσθήσει τοῦ ἀναστῆναι· παρθένος Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ὁ ἀνιστῶν αὐτήν.» Ἐξ αὐτῶν γὰρ ὅτι ἐξεμοχλεύθη τῶν βάθρων ἡ τῶν Ἰουδαίων Συναγωγὴ, τὴν ὑπερφερῆ τοῦ σώζοντος ἀνεξικακίαν ἀσώτατα δαπανήσασα. ᾬοντο γάρ πως οἱ τῶν Ἰουδαίων λαοί τε καὶ καθηγούμενοι, οὐδὲν εἶναι παντελῶς εἰς ἐγκλήματος δύναμιν τὴν εἰς προφήτας ἀσέβειαν. Τοιγάρτοι καὶ ἐπ' αὐτῷ τὴν ἀνοσίαν κατατεῖναι μὴ καταδείσαντες χεῖρα, κατεγίνωσκον τοῦ Χριστοῦ, καὶ τῆς αἰωνίου ζωῆς διὰ τῆς εἰς τοῦτο παραπληξίας ἀπεδήμουν οἱ δείλαιοι. Καὶ γοῦν ἐν προφήταις ἔφη που περὶ αὐτῶν· «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ· δείλαιοί εἰσιν ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ' ἐμοῦ ψευδῆ.» Πικρὰς γὰρ αὐτῷ τὰς ἀμοιβὰς ἐκτίνοντες, καὶ ἀποδιδόντες πονηρὰ ἀντὶ ἀγαθῶν, καθὼς γέγραπται, οὐχὶ μόνον ψευδῆ κατελάλουν, ἀλλὰ τοῖς ἀρχαίοις αὐτῶν δυσσεβήμασι τὴν ἁπασῶν μείζονα προστιθέντες ἀνομίαν, ἐκεῖνο δὴ πάντως τὸ ἐν τοῖς Εὐαγγελίοις γεγραμμένον προσεφώνουν ἀλλήλοις περὶ Χριστοῦ· «Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.» Εἶτα πρὸς ἔργον τὴν οὕτως ἀπηχεστάτην διεξάγοντες σκέψιν, καὶ συνεργάτην τοῦ πράγματος, μᾶλλον δὲ ἡγεμόνα καὶ ἐπιστάτην τὸν Σατανᾶν ποιησάμενοι, μικροῖς ἀργυρίοις τὸν ὠότατον ἐξεπρίαντο μαθητήν. Περὶ γὰρ τῶν τοιούτων ὁ θεῖος ἔφη που λόγος· «Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ συγγραφήτωσαν.» Ἀλλὰ γὰρ τί δῆτά μοι μακρὸς οὕτως πρόεισι λόγος περὶ τῶν ἐν ὄψει κειμένων; Τίς γὰρ ἠγνόησε τὰ τῶν ἀνοσίων Ἰουδαίων τολμήματα; Σταυρῷ γὰρ παραδεδώκασι τὸν ἁπάντων Δεσπότην, ταῖς οἰκείαις δείλαιοι κεφαλαῖς, καὶ ὅλῳ τῷ γένει τὸ τῆς ἀσεβείας ἐπιγράψαντες ἔγκλημα. Τετολμήκασι γὰρ παραφρονοῦντες εἰπεῖν· «Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.» Ἀλλὰ καὶ τῷ τιμίῳ σταυρῷ προσηλωθέντα βλέποντες, κατεμειδίων οἱ πάντολμοι, καὶ ἀνεπείθοντο λέγειν ὑπὸ τοῦ ἰδίου

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
