# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.644

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.644

μένει εἰς τὸν αἰῶνα.» Φρενὸς οὖν ἄρα τῆς ἀγαθῆς ἀμοιρήσειεν ἂν, εἴπερ τῳ δόξαι λυσιτελέστερον, προέσθαι μὲν τὰ βελτίω, καὶ ἡγεῖσθαι παρ' οὐδὲν, ἀνθελέσθαι δὲ μᾶλλον, ἃ καὶ γέλωτος ἄξια ἀποφαίνει, καὶ χρόνῳ μετρεῖται βραχεῖ. Ἆρα γὰρ εἴ τις χρυσῷ παραθεὶς τὸν μόλιβδον, αἱρεῖσθαι ἐκέλευε τὸ δοκοῦν, οὐκ ἂν ἐκεῖνο παρέντες, ὃ καὶ ὀλίγου παντελῶς ἀξιοῦται λόγου, εἶτα τοῖς ἀσυγκρίτως ὑπερκειμένοις ἀμελλητὶ κατανεύοντες τὸ χρῆναι νικᾷν, ἄριστα βεβουλεῦσθαι παρά τε σφίσιν αὐτοῖς καὶ ἑτέροις ὑπενοήθημεν; Εἶτα πῶς οὐ λίαν ἐκτοπώτατον, εὔηθές τε παντελῶς, ἐν μὲν ὕλαις φθαρταῖς καὶ γηΐνοις πράγμασι τοσαύτην ἡμᾶς ποιεῖσθαι τὴν διάκρισιν καὶ εὐθυδικίαν, ἐν δὲ τῆς ψυχῆς ἀγαθοῖς, καίτοι δέον ἐξακριβοῦν ὅτι μάλιστα τῶν πραγμάτων τὰς φύσεις, ἀναπεπτωκότας ὁρᾶσθαι, τοσοῦτον καὶ τῆς τοῦ πρέποντος θήρας ὀλιγωρεῖν ἐγνωκότας ὡς ἢ μηδόλως εἰδέναι τὸ λυσιτελοῦν, ἤγουν εἰδότας, ὑπερορᾷν, καὶ τοῦ μὲν ἀεὶ πεφυκότος ὠφελεῖν, ἢ ὀλίγον κομιδῇ ποιεῖσθαι λόγον, ἢ παντελῶς οὐδένα, ἐπιθρώσκειν δὲ τοῖς αἰσχίοσι; Φέρε δὴ οὖν, φιλοσαρκίας μὲν τῆς μυσαρωτάτης ἀμείνους ἀναφαινώμεθα, τὴν δὲ ταῖς ἡμετέραις συνέκδημον ἀρετὴν, τῆς προὐργιαιτέρας σπουδῆς ἀξιώσωμεν, πρὸς ἅπαν εἶδος ἀγαθουργὸν τὸν ἑαυτῶν ἀποτορεύοντες βίον. Δεῖν γὰρ ἔγωγέ φημι τοῖς τὴν εὐδόκιμον ἑλομένοις ζωὴν, οὐχὶ μόνης ἐγκρατείας τῆς κατὰ σῶμα νοουμένης, ἀλλ' οὐδὲ μόνου τοῦ καταθλῆσαι σαρκὸς, ἀλλὰ καὶ τῆς ἑτέρας ἐπιεικείας τῆς ἐν ἤθει καὶ τρόποις. Ἀτυράννευτος μὲν γὰρ εἰς ὀργὴν, τὴν ἐκ τῆς πραότητος εὐδίαν ἐπασκήσας ὁ νοῦς· «Ὁ γὰρ κρατῶν ὀργῆς, κρείσσων καταλαμβανομένου πόλιν,» κατὰ τὸ γεγραμμένον. Καὶ μὴν καὶ ἐπὶ τούτῳ νεανικώτατος ὁ ἐν λόγῳ κόσμος, καὶ λημμάτων ἀδίκων ἢ περιττῶν οὐχ ἡττώμενος· ἀπερίσπαστον δὲ δικαιοσύνην τὴν ἀφιλοχρηματίαν ἡγούμενος, καὶ πενίαν ἑκούσιον τῆς ἐκ πλούτου μερίμνης προτιθείς· ὀλιγαρκέστατον γὰρ τοῦ Σωτῆρος τὸν μαθητὴν ἀναφαίνεσθαι, καὶ ὑπάρχειν ἀληθῶς ὁ σοφώτατος Παῦλος διεκελεύσατο, λέγων· «Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα. Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς ἐπιθυμίας πολλὰς καὶ ἀνοήτους, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.» Οὐκοῦν οἰχέσθω μὲν τῶν περιττῶν ἡ ζήτησις· διαῤῥιπτέσθω δὲ ὥσπερ εἰς ὅρος, ἢ εἰς κῦμα, κατά τινας, καὶ προτετάχθω τοῦ πλείονος τῶν ἀναγκαίων ἡ χρῆσις, ὄψου φημὶ, καὶ περιβολαίων εὐτελῶν Ταυτὶ γὰρ εὐποριστότατα, καὶ ἀταλαίπωρον ἔχοντα κομιδῇ τὴν εὕρεσιν. δʹ. Πρὸς δέ γε τούτοις ἅπασι τοῖς ἀγαθοῖς, καὶ ὁ τῆς κατὰ Χριστὸν τιμάσθω ἀδελφότητος νόμος, καὶ ὁ τῆς εἰς ἀλλήλους ἀγάπης κρατείτω θεσμός. «Πλήρωμα γὰρ νόμου ἡ ἀγάπη,» κατὰ τὸ γεγραμμένον.

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
