# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.645

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.645

Καρπὸν δὲ ἀγάπης εἶναί φαμεν, τὸ ἐποικτείρειν τοὺς ἐν ἐνδείᾳ καὶ ἐν σπάνῃ τῶν ἀναγκαίων καθεστηκότας. Μὴ γὰρ εἴπῃς, ἄνθρωπε, κατὰ σαυτόν· Πεπλούτηκα τὴν πίστιν· ἔγνωκα τὸν φύσει καὶ ἀληθῶς Θεὸν καὶ Κύριον· ἀπενόστησα δικτύων διαβολικῶν, καὶ δαιμονιώδους ἀπάτης· ἀπενιψάμην τῆς εἰδωλολατρείας τὰ ἐγκλήματα. Σώζεταί μοι τῆς εὐνοίας τὸ καύχημα. Διαμέμνησο δὲ τοῦ λέγοντος· «Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐάν τις πίστιν λέγῃ ἔχειν, ἔργα δὲ μὴ ἔχῃ; Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; Ἐὰν γὰρ ἀδελφὸς ἢ ἀδελφὴ ἐν ὑμῖν γυμνοὶ ὑπάρχωσι, καὶ λειπόμενοι ὦσι τῆς ἐφημέρου τροφῆς, εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν· Ὑπάγετε ἐν εἰρήνῃ· θερμαίνεσθε καὶ χορτάζεσθε· μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος;» Ἢ γὰρ οὐκ οἶσθα, νοεῖν δὲ οὐκ ἔχεις, ὅτι τοῖς πιστεύουσι πρέπει τὸ ἀμελ[λ]ητὶ τοῖς θείοις καταπείθεσθαι νόμοις. Βαρβάρῳ μὲν γὰρ καὶ χωρῶν καὶ πόλεων ἐξῳκισμένῳ τῶν καθ' ἡμᾶς ἐθῶν τε καὶ νόμων παντελῶς ἀμοιρήσαντι, τὴν τῆς παρανομίας γραφὴν οὐκ ἂν, οἶμαι, τὶς ἐποίσοι δικαίως, εἴ γε σωφρονοίη· αἰτιῷτο δ' ἂν εἰκότως, καὶ οὐκ ἀπὸ σκοποῦ, τοὺς πόλεσί τε καὶ νόμοις ἐντεθραμμένους, εἴπερ τισὶ συμβαίνοι παρολισθῆσαι τοῦ πρέποντος. Οὐκοῦν, οἷς μὲν οὔπω τὸ εὐδοκιμεῖν ἐν λόγῳ, σφαλερὸν δὲ ὁμολογουμένως τὸ χρῆμά ἐστι, περιέσται δ' οὖν ὅμως τὰς τῶν κατηγορημάτων αἰτίας ἀποσκευάζεσθαι, τὸ μὴ τοῖς θείοις παιδαγωγεῖσθαι νόμοις, οὐκ ἀπίθανον ἔχουσι τὴν ἀναλογίαν. Τοῖς δὲ τὸ πιστεύειν ἑλομένοις, ἀνυπαίτιον μὲν οὐδαμῶς τὸ ἀπειθὲς καὶ ἐξήνιον. Τὸ δὲ ἀπειπεῖν τὴν δουλείαν, διὰ τοῦ τὸν θεῖον ἀποσείσασθαι ζυγὸν, πῶς οὐ σφόδρα παγχάλεπον; Οὐκοῦν τῇ πίστει συμπαρεζεύχθω καὶ τὰ ἐξ ἔργων καυχήματα· καὶ ᾖ φησιν ὁ Σωτὴρ, «Γινώμεθα οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν. —Ἡ γὰρ κρίσις ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος, καὶ κατακαυχᾶται ἔλεος κρίσεως.» Χαλεπὸν δὲ οὐδὲν καὶ ἐξ αὐτῶν ὑμῖν ἐπιδεῖξαι τῶν ἱερῶν Γραμμάτων, καὶ τῆς φιλαλληλίας τὰ γέρα, καὶ τὴν ἐπὶ τοῖς ἐναντίοις κατάκρισιν. Τεθαύμασται μὲν γὰρ ὁ μακάριος Ἰὼβ ἐφ' ἑαυτοῦ λέγων· «Ἀδύνατοι δὲ, χρείαν ἥν ποτε εἶχον, οὐκ ἀπέτυχον· χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. Εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος, καὶ οὐκ ὀρφανῷ μετέδωκα. Εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίεσα. Ἀδύνατοι δὲ, εἰ μὴ εὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν. Εἰ ἐπῆρα ὀρφανῷ χεῖρα, πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν. Ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδὸς, ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος συντριβείη.» εʹ. Κατακέκριται δὲ καὶ ἀδιάφυκτον ἔχει τὴν κόλασιν ὁ ἐν τοῖς Εὐαγγελίοις πλούσιος, περὶ οὖ φησιν ὁ Σωτήρ· «Ἄνθρωπός τις ἦν πλούσιος, καὶ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
