Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.648
Not analysed yet
ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος λαμπρῶς. Πτωχὸς δέ τις Λάζαρος ἐβέβλητο εἰς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος, καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν πιπτόντων ψιχίων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν, καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ. Ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. Καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὑτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ, καὶ αὐτὸς φωνήσας εἶπε· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶττάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Εἶπε δὲ Ἀβραάμ· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὅδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι.» Καὶ εἴπερ τι χρὴ βραχυλογοῦντας ἡμᾶς ἐπὶ τούτοις εἰπεῖν· τῷ μὲν γὰρ πλουσίῳ, λεπτὰ μὲν ἦν σφόδρα καὶ ἁλουργῆ τὰ ἐσθήματα, καὶ χρυσῷ που τάχα διαπεπασμένα· οἶκος διαφανὴς, κρείττων, οἶμαι, καὶ θαύματος, καὶ φθόνῳ μανίαν ἀνακαῦσαι δυνάμενος· οἰκετῶν εὐειματούντων οὐ μετρία πληθὺς, δάπιδες αἱ πολυειδεῖς, καὶ αὐτοῖς ἐδάφεσιν ἐπεστρωμέναι· οἰνοχόοι, καὶ ὀψοποιοὶ, καὶ ἀλφιτουργοὶ, καλοὶ καὶ ἀστεῖοι τὸ ἐπιτήδευμα· τράπεζα τῶν ἐδωδίμων ἀεὶ καταγέμουσα. Ἀλλ' ἦν δήπου καὶ κολάκων ἑσμὸς τῆς τοῦ πλουσίου γλώττης ἀπηρτημένων, καὶ ὀμνύντων μὲν, ὅτι πάντων ἄριστον, εἰ προέλοιτό τι καὶ τῶν ἀτοπωτάτων θαυμάσαι, κακυνόντων δὲ, ὡς τάχος, εἰ καὶ αὐτὴν κακύνοι τὴν ἀρετήν. Τὴν δέ γε θεομισῆ καὶ ἐξίτηλον βδελυρίαν, κώμους δὴ λέγω, καὶ παρακροτήματα, τάς τε ἐπιτραπεζίους ᾠδὰς, καὶ αὐλητρίδων ὀρχήματα, τί δεῖ καὶ λέγειν; Σιωπᾶσθαι γὰρ οἶμαι πρέπειν, ἃ καὶ διὰ μνήμης ἑλὼν, οἴχοιτ' ἄν τις οὐκ ἀζήμιος. Ὁ δέ γε ἕτερος ἦν τρισάθλιος πένης, ἀνείμων, ἀνέστιος, κηδεμόνων ἔρημος, καὶ τῆς τοῦ σώματος εὐρωστίας ἐπιδεὴς, ὅλον ἔχων τῆς ἐπιθυμίας τὸ τέλος εἰς τὸν τῶν ἀπαραιτήτων ἐκπορισμὸν, καὶ τῆς εὐημερίας τὸ πλάτος ἐν ὀλίγοις ἀναμετρούμενος. ᾬετο γὰρ δεῖν πρὸς πέρας ἥκειν ἐλπίδος καὶ προσευχῆς, εἴπερ ἄρτους καὶ ῥακίων ἐξείη μεταλαχεῖν. Εἰς τοῦτο δὲ ἥκειν ταλαιπωρίας αὐτὸν ὁ τῆς εὐαγγελικῆς παραβολῆς καταγράφει λόγος, ὡς καὶ ὀδωδόσι συνευνάζεσθαι κυσὶ, καὶ μόνους ἐκείνους ἔχειν ὁμιλητὰς, ἥδιστά τε προσίεσθαι θεραπεύοντας, ὅτε λίχνον ἐπ' αὐτῷ τὴν γλῶτταν ἱέντες, διαμαρτεῖν ἤθελον, ἣν ἂν καὶ σφίσιν αὐτοῖς τραυμάτων ἄκεσιν φυσικοῖς ἐξεῦρον νόμοις, καὶ τῷ Λαζάρῳ δωρούμενοι. Ἀλλ' οὐδὲν τῶν τοιούτων ὑπολογιζόμενος ὁ γεννάδας ἐκεῖνος καὶ φιλόκομπος ἀνήρ· ἦν μὲν γὰρ ἀτεράμων καὶ ἀναλγὴς, ἐποικτεῖραι δὲ δέον, ἡγεῖτο φορτικὸν, καὶ ταῖς ἀνηκέστοις τοῦ κάμνοντος συμφοραῖς, τὸ τῆς ἡμερότητος ἐπι-