# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.649

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.649

στάξαι δάκρυον, ἀφιλοθέως παρωθούμενα, εἰκαῖον ἄχθος ὠνόμαζε· καὶ συρφετοῦ μὲν διενεγκεῖν οὐδέν· ἐν ἴσῳ δὲ τοῖς ἐν μνήμασι, βδελυρὸν εἶναι καὶ ἀπηχθημένον, καὶ ἐν λόγῳ κεῖσθαι μηδενί. Καίτοι χρῆν· δήπου διενθυμεῖσθαι σοφῶς, ὡς ὁ τῆς ἡμετέρας φύσεως γενεσιουργὸς καὶ τεχνίτης, οὐχ ἑτέραν μὲν τοῖς πλουσίοις εἰς τὸ εἶναι πάροδον, ἑτέραν δὲ τοῖς ἐν ἐνδείᾳ δεδώρηται· ἀλλ' ἴση μὲν πάντων ἡ ἐκ πατρὸς εἰς μητέρα καταβολὴ, ὠδῖνες δὲ καὶ ὁ τοῦ τόκου τρόπος οὐχ ἕτερος, καὶ μὴν καὶ αὐτὸ διὰ τῶν ὁμοίων σχημάτων ἔρχεται τὸ σῶμα· ἕνα δ' οἱ πάντες οὐρανὸν περικείμεθα· ἑνὸς ἡλίου λαμπάδι τετιμήμεθα, οὐκ ἀμείνω μὲν καὶ φαιδροτέραν τοῖς ἐκ πλούτου διαφανεστέροις ἐνιέντος αὐγὴν, ἧττον δὲ ἢ κατ' ἐκείνους τοὺς ἐν ἐνδείᾳ φωτίζοντος. Οὐκοῦν ἡ μὲν φύσις οὐκ οἶδε διαφθορὰν, οὐδὲ μὴν ὁ τῆς ἁπάντων γενέσεως ἀρχηγέτης Θεὸς, προσεξεύρηται δὲ τοῦτο ταῖς ἀνθρωπίναις πλεονεξίαις. Ἀλλ' ἦν δήπου τάχα τὸ ἀπεῖργον οὐδὲν, διὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων, καὶ αὐτῆς εὖ μάλα τῆς θείας καταστοχάζεσθαι γνώμης· οἴχεσθαι δὲ οὕτως ἐᾷν ἐξ οὐρίας τὰ καθ' ἡμᾶς, τῷ τῆς ἀγάπης δεσμῷ πρὸς ἰσότητα διοικούμενα. Ὁ γὰρ ἐν ἴσῳ πάντα διανείμας τὰ τῆς φύσεως ἀγαθὰ, καὶ τῷ περιττῷ καὶ πλείονι τιμήσας οὐδένα, πῶς οὐκ ἂν ἠθέλησεν ἐκποδὼν ποιῆσαι τὴν ἐν τοῖς ἑτέροις πλεονεξίαν, καὶ οἰκονόμους ὥσπερ τινὰς τῶν ἐν ἐνδείᾳ καθεστάναι τοὺς ἔχοντας, ἵνα τι καὶ δόξης καὶ τῆς εἰς αἰῶνας τρυφῆς τοῖς εὖ πεπονθόσι συμμετασχεῖν ἰσχύσειαν; Ἀλλὰ γὰρ μικροῦ τι τὸν ἐμὸν παρώλισθε νοῦν, ὃ τοῖς εἰρημένοις προσθεῖναι καλόν. Ἐν ἐκείνοις ὄντα τοῖς ἀνιαροῖς τὸν Λάζαρον καὶ τῷ θανάτῳ κατειλημμένον, μεθορμίσασθαι μὲν τῶν ἀνθρωπίνων συμβέβηκεν. ἀποκομισθῆναι δὲ δι' ἀγγέλων εἰς κόλπους Ἀβραάμ· τὸν δὲ ταῖς ἐκ πλούτου τρυφαῖς ἀμέτρως περιχεόμενον, καὶ ταῖς τῶν κολάκων εὐφημίαις ζηλωτὸν καὶ μακαριστὸν, καὶ τὰ ἔτη τούτων ἀμείνω πολλάκις ὠνομασμένον, τοῖς τῆς φύσεως ὑπενεχθέντα νόμοις, καὶ τὸν τοῦ θανάτου βρόχον εἰσδεδυκότα, βαθεῖ μὲν ἐγκαθειρχθῆναι σκότῳ· ἀντὶ δὲ τῶν ἐπὶ γῆς ἀγαθῶν τὴν εἰς ᾅδου κρίσιν ἀλλάξασθαι, τὴν τῆς φιλοστοργίας ἀποτίσοντα δίκην. Ἀλλ' ἴσως ἐκεῖνο φαῖεν ἂν δήπου τινὲς τῶν ἀκροωμένων· Ποίοις ἄρα κεχρήσῃ λόγοις, εἴ τις ἔροιτο προσιὼν, καὶ φιλοπευστοίη, λέγων· Εἰ πτωχεία καθ' ἑαυτὴν τὸ τῆς εἰς Θεὸν εὐσεβείας ἀνεδήσατο καύχημα, καὶ τῷ τῆς δικαιοσύνης τετίμηται νόμῳ, ἐπάρατον δὲ τὸ πλουτεῖν, καὶ πικρὰν ἐφ' ἑαυτὸν τὴν ψῆφον ἐκληρώσατο· καὶ πῶς ἂν εἴη τοῦτό γε; Πλὴν ἐκεῖνο διασκεπτέον· πλούτῳ μὲν γὰρ τῷ κατὰ τὸν βίον, παραθεῖ πως ἀεὶ καὶ συνέζευκται, κατά γε τὸ πλεῖστον, οὐκ ὀλίγα τὰ ἄτοπα. Ἑτοιμότερος μὲν γὰρ εἰς ὑπεροψίαν ὁ πλούσιος, ἀχάλινος εἰς πλεονεξίαν, ἡδονῶν ἡττώμενος, ὅσῳ καὶ τρυφῆς. Ὁ δὲ πτωχείᾳ τριβόμενος, πῶς ἅν τι νοσήσαι τῶν εἰρημένων; Καταθρηνεῖ γὰρ ἀεὶ τὸ κεκτῆσθαι μηδὲν, καὶ ἀλύει μὲν ἐφ' ἑαυτῷ καὶ στένει· διῴκισται δὲ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
