# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.660

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.660

ηγούμενος ἐπιλέγει τουτοισί· «Διὰ τὴν σφαγὴν καὶ ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ἰακὼβ, καὶ καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα. Ἀφ' ἧς ἡμέρας ἀνέστης ἐξεναντίας ἡμέραις αἰχμαλωτιζόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ, καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν· καὶ μὴ ἐπίδῃς ἐν ἡμέρᾳ ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων· καὶ μὴ ἐπιγελάσῃς ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν, καὶ μεγαλοῤῥημονήσῃς ἐν ἡμέρᾳ θλίψεως. Μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνου αὐτῶν, μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν· μηδὲ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν· μηδὲ συγκλείσῃς τοὺς φεύγοντας ἀπ' αὐτῶν ἐν ἡμέρᾳ τῆς θλίψεως.» Ὁρᾷς οὖν ὅπως, ἐπείπερ οὐκ ᾤοντο δεῖν ἐπαμύνειν τοῖς ἐξ Ἰσραὴλ, ἐζηλώκασι δὲ τὴν τῶν πολεμίων ἀπανθρωπίαν, αὐτοὶ παρ' ἐλπίδα παγγενεὶ διολώλασιν. Ἆρ' οὖν Ἰδουμαῖοι μὲν ἦσαν ἐν τούτοις· νηποινὶ δὲ ὁ Βαβυλώνιος τῆς ἁγίας κατηλαζονεύσατο γῆς, καὶ ταῖς τῶν παθόντων ταλαιπωρίαις ἐπορχούμενος, ἄσυλον ἐτήρει τὴν εὐθυμίαν; Οὐμενοῦν. Ἐπιδείξω γὰρ αὐτὸν αὐτίκα δὴ μάλα τοῖς τετολμημένοις ἀνάλογον ἐκτετικότα τὴν δίκην. Ἐπειδὴ γὰρ τὴν Ἰδουμαίαν ἀφεὶς, οἴκαδε τρέχειν ἐσκέπτετο, καὶ ἀνακομίζεσθαι δοκοῦν, τῆς ἀποδημίας ἐδίδου τὸ σύνθημα, παραποδίζοντος μὲν οὐδενὸς, τὴν ἑαυτοῦ μεθορμίζεται· καὶ βασιλείων τῶν βαρβαρικῶν εἴσω τε ἦν ἤδη, καὶ πανηγύρεων ἥπτετο, καὶ σεμνὸν ἐποιεῖτο διήγημα τῶν ἡγιασμένων τὰ πάθη· συναγείρεσθαι μὲν ἐπὶ πανδαισίᾳ τοῖς ἐπὶ τέλει διεκελεύετο, μεστὸν δὲ ἦν αὐτῷ τὸ συμπόσιον εὐφημιῶν τε καὶ κρότων. Ἐμερίζοντο δέ τινες τῆς ἀπονοίας τοὺς λόγους· καὶ ὁ πεπραχώς τι τῶν ἀπηχεστέρων, τὰς πολὺ τῶν ἄλλων διαφανεστέρας ἐζήτει τιμὰς, ἆθλά τε παρ' ἐκείνοις ἦν ἰσομέτρως ταῖς ἀπανθρωπίαις χορηγούμενα. Τότε δὴ, τότε λοιπὸν ἐφίει τῷ τυραννήσαντι τὴν ὀργὴν, ὁ πάντα ἰσχύων Θεός· καὶ ταῖς ἀδοκήτοις ἐγκατασπείρεσθαι συμφοραῖς τὸν ὑπερόπτην ἐποίει. Στασιάζει μὲν γὰρ κατ' ἐκεῖνο καιροῦ τὸ ὑπήκοον αὐτῷ, καὶ κατεσχίζετο μὲν ταῖς διχονοίαις τὰ γένη πρὸς ἄλληλα· καὶ πρὸς ἀπόστασιν ἤδη τὴν κατὰ τοῦ κρατοῦντος ἐχώρει τῶν ἀρχομένων τὸ ἀλκιμώτατον· καὶ ἀκήρυκτον μὲν ἐμελέτα τὸν πόλεμον. Ἔργον δὲ ἦν αὐτοῖς περισπούδαστον, ἐμπρῆσαι μὲν τοῦ τυράννου τὰ βασίλεια, ἐκ βάθρων δὲ ὥσπερ αὐτῶν τὴν ἀλαζόνα τε καὶ ἐπίσημον ἀναμοχλεῦσαι πόλιν, φημὶ δὴ τὴν Βαβυλωνίων. Καὶ δὴ καὶ μάχης ἁψάμενοι, τρόπαιον αἴρονται, καὶ πυρὶ μὲν τὴν Βαβυλῶνα, σιδήρῳ δὲ τοὺς ἐν αὐτῇ δαπανήσαντες, λαμπρὸν τοῖς ἀνδραγαθήμασι τὸ πέρας ἐπείγοντο τοῦ τυράννου τὴν σφαγήν. Ἀλλ' ὡς πάντη τε καὶ πάντως ἔσοιτο ταυτὶ δὴ συνεὶς διὰ τῆς τοῦ Πνεύματος φωταγωγίας ὁ προφήτης Ἱερεμίας, μέγα τι καὶ ἐξαίσιον ἀναβοήσας φαίνεται. Παραθή-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
